ταῦτα δὲ ταχέως διαπωροῦται. ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω ὀστέα τοῦ σίνεος, πλεῖστον τὰ ἐγγύτατα πήχεος, δεύτερον χειρὸς, τρίτον δακτύλων. βραχίων δὲ καὶ ὦμος ἐγκρατέστερα διὰ τὴν τροφήν. ἡ δʼ ἑτέρη χεὶρ διὰ τὰ ἔργα πλείω ἔτι ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, εἴσω, εἰ δὲ μὴ, ἐς τοὐναντίον ᾗ ἐξέπεσεν.