καὶ ἄλλως ἕτοιμον περιολισθάνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον, τό τε τοῦ ἀνθρώπου ὕβωμα, καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. ὅτε δʼ αὖ μὴ κάρτα κατατείνοιμι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντη μᾶλλον ἐλορδαίνετο ἢ ᾗ ξυνέφερεν. ἔγραψα δὲ ἐπίτηδες τοῦτο· καλὰ γὰρ καὶ ταῦτα τὰ μαθήματά ἐστιν, ἃ, πειρηθέντα, ἀπορηθέντα ἐφάνη, καὶ διʼ ἅσσα ἠπορήθη.