ἢν δὲ ἑτεροκλινὲς ἔῃ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. τῆς δὲ μελέτης τῆς θεραπείης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. δύναται δὲ καὶ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν ἅπαντα.