ταῦτα δὲ ταχέως διαπωροῦται· ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω τοῦ σίνεος ὀστέα, πλεῖστον τὰ ἐγγύτατα τοῦ πήχεος, δεύτερον, χειρὸς, τρίτον, δακτύλων· βραχίων δὲ καὶ ὦμος, ἐγκρατέστερα διὰ τὴν τροφήν· ἡ δὲ ἑτέρη χεὶρ διὰ τὰ ἔργα ἔτι πλείω ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, ἔσωθεν· εἰ δὲ μὴ, ἐς τοὐναντίον, ᾗ ἐξέπεσεν.