ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πῦρ ἔλαβεν. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικός, διψώδης, γλῶσσα ἐπεκαύθη, οὖρα λεπτὰ μέλανα. δευτέρῃ ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐδὲν ἐκοιμήθη, ἤμεσε χολώδεα ξανθά, οὖρα ὅμοια, νύκτα διʼ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη· περὶ δὲ ἡλίου δυσμὰς πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολύς, πόνοι πάντων, οὖρα λεπτά, ἐναιώρημα· νύκτα πάλιν διʼ ἡσυχίης. πέμπτῃ ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. ἕκτῃ τῶν αὐτῶν πόνοι πάντων, οὔροισιν ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥᾳστώνη. ὀγδόῃ τὰ ἄλλα συνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκόν, πάχος εἶχε, κείμενον οὐ καθίστατο· ἵδρωσε πολλῷ, ἔδοξεν ἄπυρος γενέσθαι, δείλης δὲ πάλιν ἐθερμάνθη, καὶ τῶν αὐτῶν πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκόν, πολλὴν ὑπόστασιν ἔχον. ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου, ἄπυρος ἐκρίθη.ἐν Θάσῳ γυνὴ δυσάνιος ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἀπόσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοί, δυσθυμίη, πυρέτιον λεπτόν. πρωὶ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοί, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, συνεχέες. δευτέρῃ διὰ τῶν αὐτῶν, οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά, πυρετὸς ὀξύς, ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου· ἄπυρος, ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. περὶ δὲ τρίτην ἡμέρην οὖρα μέλανα λεπτά, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἱδρύετο, περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.ἐν Λαρίσῃ παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχρω μέν, λεπτὰ δέ. δευτέρῃ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχλοα, καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἱδρύετο, παρέκρουσεν ἐς νύκτα. ἕκτῃ διὰ ῥινῶν λάβρον ἐρρύη πολύ· φρίξασα ἵδρωσε πολλῷ θερμῷ διʼ ὅλου· ἄπυρος· ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε· παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη· καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλʼ ἐκρίθη. οἱ πόνοι ἐν ἀρτίῃσιν.Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν. ἦν δὲ μεγαλόσπλαγ χνος, καὶ περὶ ἧπαρ συνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου. φαγὼν δὲ καὶ πιὼν ἀκαιρότερον βόειον ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ πάντων, βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει· ὕπνοι οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν, πολὺ δίψος, κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα σὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγε, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσα ρεσκαιδεκάτην, ἀφʼ ἧς κατεκλίθη, ῥιγώσας ἐπεθερμάνθη· ἐξεμάνη· βοή, ταραχή, λόγοι πολλοί, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν· οὖρα μέλανα, σμικρά, λεπτά· πολλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκει καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη· πάλιν δὲ ταχὺ παρενόει, ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. περὶ δὲ τριηκοστὴν πυρετὸς ὀξύς, διαχωρήματα πολλὰ λεπτά, παράληρος, ἄκρεα ψυχρά, ἄφωνος. τριηκοστῇ τετάρτῃ ἔθανε. τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος.ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμας καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ πρώτῃ πυρετὸς φρικώδης ὀξύς, κεφαλῆς καὶ τραχήλου βάρος μετʼ ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχρω· διψώδης, ἀσώδης τὸ πολύ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν συνισταμένη. ἕκτῃ ἐς νύκτα πολλὰ παρέλεγε, οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει· οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα ἐλαιώδεα· κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοί, ἄκρεα ψυχρά, οὐδὲν ἔτι κατενόει, οὖρα ἐπέστη. ἑξκαιδεκάτῃ ἄφωνος· ἑπτακαιδεκάτῃ ἀπέθανε.