τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε. πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων. λειεντερικοὶ πολλοί. δυσεντεριώδεες, οὐδʼ οὗτοι λίην ἐπιπόνως. τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ τε πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων στρόφοι καὶ ἀνειλήσιες κακοήθεες. διέξοδοί τε τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα τοῖσι τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, ἔστι δʼ οἷσι καὶ μακρότερα διῆγεν. ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον μάλιστα. πάντας γὰρ κοιλίη συναπήνεγκεν.ἀπόσιτοι δʼ ἐγένοντο πάντες μὲν καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως ἔχοιεν. διψώδεες οἱ μέν, οἱ δʼ οὔ· τῶν ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλʼ ἦν κατὰ ποτὸν διαιτᾶν ὡς ἤθελες.οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμοὺς οὔτε καθάρσιας χρηστὰς εἶχεν. ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ ἀκρισίας.κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖς ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισιν ταραχώδεες, φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι, καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τούτων· οὐδὲ γὰρ αἱ γινόμεναι τούτοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι. δύσκριτα μὲν οὖν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοις. ἔκρινε δὲ τούτων ὀλίγοισι περὶ ὀγδοηκοστήν. τοῖσι δὲ πλείστοισιν ἐξέλειπεν ὡς ἔτυχεν. ἔθνῃσκον δὲ τούτων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην. πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσι.μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο· πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δὲ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνῃσκον. μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά. πολλάκις πυρετοὶ συνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι πολλοί, ψυχροὶ διὰ τέλεος· πολλὴ ψύξις, καὶ μόγις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην· ἀλλʼ εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως· βάρος σώματος· κωματώδεες· τοῖσι πλείστοισιν αὐτῶν οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο· φρικώδεες, παράληροι περὶ θάνατον.εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεες· καὶ γυναῖκες οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσιν· αἱ μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν.ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο. τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνῃσκον, οἱ πολλοὶ τεταρταῖοι. δοκεῖ δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι. καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο· καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλʼ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησε.