χχΙ. ἔθνῃσκον δὲ τοῖσι νοσήμασι τούτοις οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμεινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλʼ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστώνακτι, ὃς παρʼ Ἡρακλεῖ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν· ἀπέθανον· οἷσι δʼ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἐννέα, ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι – Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον – . οἷσι δʼ ἔκρινεν ἑβδομαίοισιν, διέλειπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι – Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γναφεῖ.χχΙΙ. ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικά, καὶ ἔθνῃσκον πολλοί· αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἔκρινε τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλειπε τέσσαρας, ὑπέστρεφεν, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισι, τὸ σύμπαν τεσσαρεσκαιδεκαταίοις. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. ἔστι δὲ οἷσιν ἔκρινεν ἑνδεκαταίοις, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοις, ἔκρινε τελέως εἰκοστῇ. εἰ δέ τινες ἐπερρίγουν περὶ τὴν εἰκοστήν, τούτοισιν ἔκρινε τεσσαρακοσταίοις. ἐπερρίγουν δʼ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δʼ ἐπιρριγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. ἐρρίγουν δʼ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολὺ πλεῖστοι. αἱ δὲ αἱμορραγίαι ὑπέληγον.χχΙΙΙ. τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διεγινώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος – ἐπὶ τὸ ῥᾷονγὰρ καὶ χαλεπώτερον ἐκ τούτων – , ἐκ τῆς καταστάσιος ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, δια νοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισιν, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψύξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξιες, φῦσαι, σιγῶσαι, ψοφώδεες, αἱμορραγίαι, αἱμορροΐδες. ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.χχΙϝ. πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δʼ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ. ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος καὶ μακρότατος πάντων ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἐφʼ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται. ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρότερα νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσι. νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότερος· ἔστι δʼ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης. τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης. ὁ δὲ πεμπταῖος πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγινόμενος κτείνει.χχϝ. εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει λεπτύνεται· ἔστι δʼ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθʼ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν· ἔστι δʼ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσιος καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος. δεῖ δὲ καὶ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν. πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ καὶ γεγράψεται. πρὸς ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι προσαρτέον ἢ οὒ καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον ἔσται.χχϝΙ. τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη, εἰκοστή, τετάρτη καὶ εἰκοστή, τριακοστή, τεσσαρακοστή, ἑξηκοστή, ὀγδοηκοστή, εἰκοστὴ καὶ ἑκατοστή· τῶν δʼ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. εἰδέναι δὲ χρὴ ἔτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφάς· γένοιτο δὲ ἂν καὶ ὀλέθρια. δεῖ δὴ προσέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. πλάνητες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον.