χϝΙ. γυναῖκες δὲ ἐνόσησαν μὲν πολλαί, ἐλάσσους δὲ ἢ ἄνδρες καὶ ἔθνῃσκον ἧσσον. ἐδυστόκεον δὲ αἱ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνῃσκον αὗται μάλιστα, οἷον ἡ Τελεβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δʼ ᾗσιν ᾑμορράγησεν ἐκ ῥινῶν· ἔστι δʼ ὅτε καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο, οἷον τῇ Δαιθάρσεος θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐρρύη, καὶ οὐδεμίαν οἰδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο. ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα.χϝΙΙ. οὖρα δὲ τοῖσι πλείστοισιν εὔχρω μέν, λεπτὰ δὲ καὶ ὑποστάσιας ὀλίγας ἔχοντα, κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσι. πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. οὖρα δὲ ὑδατώδεα πολλὰ καθαρὰ καὶ λεπτὰ καὶ μετὰ κρίσιν καὶ ὑποστάσιος καλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων ἀναμνήσομαι οἷσιν ἐγένετο· Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνόν, Κράτιδι τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδί, Μνησιστράτου γυναικί. μετὰ δὲ δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. περὶ δὲ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖσιν ἔκρινε καὶ τούτοισιν οὐδʼ αἱ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ καὶ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνῃσκον ἥκιστα οὗτοι πάντων.χϝΙΙΙ. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν οἱ καῦσοι, ἀτὰρ καὶ οἱ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγένοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι. ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον καὶ κληῖδας, οὐδεὶς διʼ ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδʼ ἐδίψων ἔτι ἐπὶ τούτοισιν· οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο· οὐδʼ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλʼ ἢ σμικρὰ ἔσταξεν· οὐδʼ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλʼ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. τοῖσι δὲ φρενιτικοῖσι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα πάντα, ἔκρινε δὲ τούτοισιν ὡς ἐπὶ τὸ πολὺ ἑνδεκαταίοισιν· ἔστι δʼ οἷσι καὶ εἰκοσταίοισι, οἷσιν οὐκ εὐθὺς ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο ἢ περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νόσημα μετέπεσεν.χΙχ. πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃσκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοί, ὀργίλοι. καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνῃσκον. ἐν δὲ ταύτῃ τῇ καταστάσει ἐπὶ σημείων μάλιστα τεσσάρων διεσῴζοντο· οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς αἱμορ ραγήσαι ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν καὶ καλὴν ὑπόστασιν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεσιν ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο. πολλοῖσι δὲ συνέπιπτε μὴ ἐφʼ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρως· διεσῴζοντο δὲ πάντες, οἷσι ταῦτα συμπίπτοι. γυναιξὶ δὲ καὶ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα, ᾗσι δὲ ἢ τούτων τι καλῶς γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσῴζοντο καὶ ἔκρινε, καὶ οὐδεμίαν οἶδα ἀπολομένην, ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ θυγάτηρ, ἐκ ῥινῶν λάβρον ἐρρύη, ἑβδομαίη ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως· ἀπέθανεν. οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσιν δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει.χχ. τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετʼ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο οὔτε ἐξεπύει· τούτοισι διάρροιαι χολωδέων ἢ δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγινώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια, οἷον οἱ δύο ἀδελφεοί, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέρετρον Ἐπιγένεος. τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοις. διέλειπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων ἔκρινε πεμπταίοις. οἷσι δʼ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίοις. οἷσι δʼ ἔκρινεν ἑβδομαίοισι, διαλείποντα τρεῖς ἔκρινεν ἑβδομαίοις. οἷσι δʼ ἔκρινεν ἑκταίοισι, διαλείποντα ἓξ ἐλάμβανε τρισίν, διέλειπε μίαν, μίαν ἐλάμβανεν· ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαιθάρσεος. οἷσι δʼ ἔκρινεν ἑκταίοισι, διέλειπεν ἑπτά, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν, καὶ οὐδένα οἶδα τῶν περιγενομένων, ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι, καὶ διεσῴζοντο πάντες, οὓς κἀγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν.