περὶ δὲ δυναμίων χυμῶν αὐτῶν τε ἕκαστος ὅ τι δύναται ποιεῖν τὸν ἄνθρωπον ἐσκέφθαι, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τὴν συγγένειαν ὡς ἔχουσι πρὸς ἀλλήλους. λέγω δὲ τὸ τοιοῦτον· εἰ γλυκὺς χυμὸς ἐὼν μεταβάλλοι ἐς ἄλλο εἶδος, μὴ ἀπὸ συγκρήσιος, ἀλλὰ αὐτὸς ἐξιστάμενος, ποῖός τις ἂν πρῶτος γένοιτο, πικρὸς ἢ ἁλμυρὸς ἢ στρυφνὸς ἢ ὀξύς; οἶμαι μέν, ὀξύς. ὁ ἄρα ὀξὺς χυμὸς ἀνεπιτήδειος προσφέρειν ἂν τῶν λοιπῶν εἴη μάλιστα, εἴπερ ὁ γλυκὺς τῶν γεπάντων ἀνεπιτηδείοτατος. οὕτως εἴ τις δύναιτο ζητέων ἔξωθεν ἐπιτυγχάνειν, καὶ δύναιτο ἂν πάντων ἐκλέγεσθαι αἰεὶ τὸ βέλτιστον. βέλτιστον δέ ἐστι αἰεὶ τὸ προσωτάτω τοῦ ἀνεπιτηδείου ἀπέχον.