καὶ πᾶσαν εὐνήν, πάντα δʼ οἶκον ἠρεύνα.κερδὼ δʼ ἀπαιολῶσα τῆς ἀληθείης„οὐκ εἶχε πάντως“ φησί· „μὴ μάτην ζήτει.ποίην δʼ ἔμελλε καρδίην ἔχειν, ἥτιςἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;“Λύκος παρῄει θριγκόν, ἔνθεν ἐκκύψαςἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως.κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων·„ὁ τόπος μʼ ἐλοιδόρησε· μὴ σὺ καυχήσῃ.“Λέων ποτʼ ἐπεβούλευεν ἀγρίῳ ταύρῳ,καὶ προσποιηθεὶς μητρὶ τῶν θεῶν θύειν,τὸν ταῦρον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον ἠρώτα.κἀκεῖνος ἥξειν εἶπεν οὐχ ὑποπτεύσας.ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύραις λεοντείοιςὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη,σφαγίδας, μαχαίρας βουδόρους νεοσμήκτους,πρὸς τῇ θύρῃ δὲ μηδέν, ἀλλὰ δεσμώτηνἀλεκτορίσκον, ᾤχετ᾿ εἰς ὄρος φεύγων.ἐμέμφεθʼ ὁ λέων ὕστερον συναντήσας.ὃ δʼ „ἦλθον“ εἶπε καὶ τὸ σύμβολον δώσω·οὐκ ἦν ὅμοιον τὸ θύμα τῷ μαγειρείῳ.“Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίηςπαρὰ πατρὸς ἐμνήστευε. τῷ δʼ ὁ πρεσβύτηςοὐδέν τι δύσνουν οὐδʼ ὕπουλον ἐμφήνας„δίδωμι γῆμαι“ φησί, καὶ διδοὺς χαίρω·τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει;φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων·σὺ δʼ ἡλίκους μὲν ὄνυχας, ἡλίκους δʼ ἥμινφέρεις ὀδόντας, τίς κόρη σε τολμήσειἀφόβως περιλαβεῖν; τίς δʼ ἰδοῦσα μὴ κλαύσῃ;πρὸς ταῦτα δὴ σκόπησον εἰ γάμου χρῄζεις,μηδʼ ἄγριος θὴρ ἀλλὰ νυμφίος γίνου.“ὃ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσαςἐξεῖλε τοὺς ὀδόντας, εἶθʼ ὑπὸ σμίληςἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξαςτὴν παῖδʼ ἀπῄτει. τὸν δʼ ἕκαστος ἠλοίαῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων.ἔκειτο δʼ ἀργὸς ὥσπερ ὗς ἀποθνῄσκων,γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμηνσοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώποις