ὀφρὺν ἔχουσα καὶ μέτωπον εἰστήκει.ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,χολὴ δʼ ἐπέζει καρδίην, ἔφη δʼ οὕτως·σὺ νῦν διώκεις πανταχοῦ με καὶ φεύγω„ἀλλʼ ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις,ἤν μοι προσέλθῃς καὶ γρύσαι τι τολμήσῃς.ἄλλους ἀλωπέκιζε τοὺς ἀπειρήτους,ἄλλους δὲ βασιλεῖς αἱρέτιζε καὶ ποίει.“τῆς δʼ οὐκ ἐτρέφθη θυμός, ἀλλʼ ὑποβλήδην,οὕτως ἀγεννής“ φησί „καὶ φόβου πλήρηςπέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις;ὁ μὲν λέων σοι συμφέροντα βουλεύσωνμέλλων τʼ ἐγείρειν τῆς πάροιθε νωθείηςἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνῄσκων·ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν,ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις·σὺ δʼ οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,βίῃ δʼ ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης.καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται·λίην ἄπιστον πειράσας σε καὶ κούφηνβασιλῆά φησι τὸν λύκον καταστήσειν.οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ.ἀλλʼ ἐλθέ καὶ τὸ λοιπὸν ἴσθι γενναίη,μηδʼ ἐπτόησο, πρόβατον οἷον ἐκ ποίμνης.ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας,οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν,ὡς οὐδὲν ὁ λέων ἐχθρός, ἀλλʼ ὑπʼ εὐνοίηςτίθησι πάντων κυρίην σε τῶν ζῴων.“τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνηνἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην.ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην,σάρκας λαφύσσων, μυελὸν ὀστέων πίνωνκαὶ σπλάγχνα δάπτων· ἡ δʼ ἀγωγὸς εἱστήκειπεινῶσα θήρης, καρδίην δὲ νεβρείηνλάπτει πεσοῦσαν ἁρπάσασα λαθραίως,καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει.λέων δʼ ἕκαστον ἐγκάτων ἀριθμήσας,μόνην ἀπʼ ἄλλων καρδίην ἐπεζήτει,