τοιαῦτʼ ἐκερτόμησε τὸν βόλον πλύνων·„ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἦν ὕμαςπάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν.“Αἰσχρῆς τις ἤρα καὶ κακορρύπου δούληςἰδίης ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃἅπανθ’ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,σύρουσα λεπτὴν πορφύρην ἐπὶ κνήμης,πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ·τὴν δʼ Ἀφροδίτην ὥσπερ αἰτίην τούτωνλύχνοις ἐτίμα, καὶ καθʼ ἡμέρην πᾶσανἔθυεν ηὔχεθʼ ἱκέτευεν ἠρώτα·ἕως ποτʼ αὐτῶν ἡ θεὸς καθευδόντωνἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇδούλῃ„μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ·τούτῳ χολοῦμαι“ φησίν „ᾦ καλὴ φαίνῃ.“Ἀλώπεκʼ ἐχθρὴν ἀμπέλων τε καὶ κήπωνξένῃ θελήσας περιβαλεῖν τις αἰκίη,τὴν κέρκον ἅψας καὶ λίνου τι προσδήσαςἀφῆκε φεύγειν. τὴν δʼ ἐπίσκοπος δαίμωνἐς τὰς ἀρούρας τοῦ βλαβόντος ὡδήγειτὸ πῦρ φέρουσαν. ἦν δὲ ληίων ὥρηκαὶ καλλίπαις ἀμητὸς ἐλπίδων πλήρης.ὃ δʼ ἠκολούθει τὸν πολὺν κόπον κλαίων,οὐδʼ εἶδεν αὐτοῦ τὴν ἅλωνα Δημήτηρ.χρὴ πρᾷον εἶναι μηδʼ ἄμετρα θυμοῦσθαι.ἔστιν τις ὀργῆς νέμεσις, ἣν φυλαττοίμην,αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.Ἀγροῦ χελιδὼν μακρὸν ἐξεπωτήθη,εὗρεν δʼ ἐρήμοις ἐγκαθημένην ὕλαιςἀηδόνʼ ὀξύφωνον· ἡ δʼ ἀπεθρήνειτὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης.ἐκ τοῦ μέλους δʼ ἔγνωσαν αἱ δύʼ ἀλλήλας,καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν.χἠ μὲν χελιδὼν εἶπε φιλτάτη, ζῴεις;πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην.ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων·καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων.ἀλλʼ ἔλθʼ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων·σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις,ὅπου γεωργοῖς, οὐχὶ θηρίοις ᾄσεις.