,μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχουνόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι.‘„καὶ τίς σε, τέκνον“ φησι, „τῶν θεῶν σώσει;τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;“Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου,καὶ δὴ παρῄει ποταμόν· ἐν δὲ τῶ ῥείθρῳπολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω,τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δʼ ἐφωρμήθη.ἀλλʼ οὔτʼ ἐκείνην εὗρεν οὔθʼ ὅ βεβλήκει,πεινῶσα δʼ ὀπίσω τὸν πόρον διεξῄει.Κάμηκον ἠνάγκαζε δεσπότης πίνωνὀρχεῖσθ᾿ ὑπʼ αὐλοῖς κυμβάλοις τε χαλκείοις.ἣ δʼ εἶπʼ „ἐμοὶ γένοιτο κἀν ὁδῷ βαίνειν| ἄνευ γέλωτος, μή τι κἀν χορῷ παίζειν |μὴ καταγέλαστον, μήτι πυρρίχην παίζειν.Κερδοῖ πίθηκος εἶπεν „ἣν ὁρᾷς στήλην,ἐμοὶ πατρῴη τʼ ἐστὶ κἄτι παππῴη.“κερδὼ πιθήκῳ φησίν „ὡς θέλεις ψεύδου,ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείης.“Κοιμωμένου λέοντος ἀγρίης χαίτηςδιέδραμεν μῦς· ὁ δὲ λέων ἐθυμώθη,φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης.κερδὼ δʼ ἐπεχλεύαζεν. ὡς ἐκινήθηπρὸς μῦν ὁ πάντων θηρίων δυναστεύων.ὃ δʼ „οὐχὶ τὸν μῦν“ εἶπεν, „ὦ παλαμναίη,δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων·χαίτην δʼ ἔμελλε τὴν ἐμὴν καταισχύνειν·“Κριθάς τις ἵππου πανδοκεῦσι πωλήσαςἱππόκομος, εἶτα πᾶσαν ἑσπέρην πίνων,ἔψηχεν ἐκτένιζεν ἡμέρῃ πάσῃ.ὁ δʼ εἶπεν εἰ θέλεις με ταῖς ἀληθείαιςκαλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει.“Κώνωψ ἐπιστὰς κέρατι καμπύλῳ ταύρουμικρόν τʼ ἐπισχὼν εἶπε ταῦτα βομβήσας·„εἴ σου βαρύνω τὸν τένοντα καὶ κλίνω,καθεδοῦμ᾿ ἀπελθὼν ποταμίης ἐπʼ αἰγείρου.“ὃ δʼ „οὐ μέλει μοι“ φησίν, „οὔτʼ ἐὰν μείνῃς,οὔτʼ ἢν ἀπέλθῃς· οὐδʼ ὅτʼ ἦλθες ἐγνώκειν.“Κυσίν ποτʼ ἔχθρη καὶ λύκοις συνειστήκει.κύων δʼ Ἀχαιὸς ᾑρέθη κυνῶν δήμῳ