πρῴην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν,| ἐπὶ τῷ θεραπεύειν τοὺς νοσοῦντας ἀνθρώπους |ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσʼ ἀποθνῃσκειν.ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοιςκαὶ σὲ γράφειν ἔμελλον· ἀλλʼ ἐγὼ δείσαςεὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων,κἀπώμοσʼ αὐτοῖς, ὅτι σὺ ταῖς ἀληθείαιςἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης.“Ἱππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκειὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτῳ,παραστάτην γενναῖον ἐν μάχαις κρίνων·ἐπεὶ δʼ ἐπαύσατʼ, ἦν δὲ λοιπὸν εἰρήνηκαὶ μισθὸν ἱππεὺς οὐκέτʼ εἶχεν ἐκ δήμου,τότʼ ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕληςκορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων,μισθῷ τε φόρτον ἔφερεν ἄλλοτʼ ἀλλοῖον,τὸ πνεῦμα σῴζων ἐπʼ ἀχύροισι δυστήνοις,σάγην δὲ νώτοις ἔφερεν οὐκέθʼ ἱππείην.ὡς δʼ αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη.σάλπιγξ τʼ ἐφώνει πᾶσιν ἀσπίδα σμήχεινἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν,κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσαςὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων.ὃ δʼ ἀκλάσας ἔπιπτεν οὐκέτʼ ἰσχύων.„ἔντασσε πεζοῖς σαυτόν“ εἶπεν „ὁπλίταις·σὺ γάρ μʼ ἀφʼ ἵππων εἰς ὄνους μεταστήσαςπῶς αὗθις ἵππον ἐξ ὄνου με ποιήσεις;“Κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει·τυροῦ δʼ ἀλώπηξ ἰχανῶσα κερδῴημύθῳ τὸν ὄρνιν ἠπάτησε τοιούτῳ·„κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη,θεητός αὐχήν· στέρνον αἰετοῦ φαίνεις,ὄνυξι πάντων θηρίων κατισχύεις.ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις.“κόραξ δʼ ἐπαίνῳ καρδίην ἐχαυνώθη,στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει.τὸν ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃοὐκ ἦσθʼ ἄφωνος“ εἶπεν „ἀλλὰ φωνήεις·ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει.“Κόραξ νοσήσας εἶπε μητρὶ κλαιούσῃ·