ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις·οἳ δʼ οὐ γὰρ ἠδύναντο· „κατὰ μίαν τοίνυνπειρᾶσθʼ.“ ἑκάστης δʼ εὐχερῶς καταγείσης,„ὦ παῖδες, οὕτως“ εἶπεν, „ἢν μὲν ἀλλήλοιςὁμοφρονῆτε πάντες, οὐδʼ ἂν εἷς ὕμαςβλάψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ·ἢν δ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην,πείσεσθʼ ἕκαστος ταὐτὰ τῇ μιᾖ ῥάβδῳ.“Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει,λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳεἶπεν προσελθών „χαῖρε πρῶτον, Ἑρμεία·ἔπειτ’ ἀλεῖψαι βούλομαί σε, μηδʼ οὕτωθεὸν παρελθεῖν· καὶ θεὸν παλαιστρίτην.“ὁ δʼ εἶπεν „ἤν μου τοῦτό μὴ ’πιλιχμήσῃςτοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς,χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.Εκάθευδε νύκτωρ ἐργάτης ὑπʼ ἀγνοίηςφρέατος ἐγγύς. τῆς Τύχης δʼ ἐπιστάσηςἔδοξʼ ἀκούειν „οὗτος, οὐκ ἐγερθήσῃ,μή σου πεσόντος αἰτίη παῤ ἀνθρώποιςἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην;ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην,ὅσ᾿ ἂν παῤ αὑτοῦ δυστυχῇ τις ἢ πίπτῃ.“Ἔφευγ᾿ ἀλώπηξ, τῆς δʼ ὄπισθε φευγούσηςκυνηγὸς ἐτρόχαζεν. ἣ δʼ ἐκεκμήκει,δρυτόμον δʼ ἰδοῦσα „πρὸς θεῶν σε σωτήρων,κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις,καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς.“ὃ δʼ οὐ προδώσειν ὤμνυ᾿ ἣ δʼ ἀπεκρύφθη.ἦλθεν κυνηγός, καὶ τὸν ἄνδρʼ ἐπηρώτα,μὴ τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει.„οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύωντὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη.ὃ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας,παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνουκερδὼ παχείης ἐξέκυπτεν αἰγείρου,σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης,ζωαγρίους μοι χάριτας‘ εἶπεν ,ὀφλήσεις.‘| ,ἐρρυσάμην σε‘ φησίν· ,ἀλλά μου μνήσκου.‘|„πῶς οὐκ ἄν“ εἶπεν “ὧν γε μάρτυς εἱστήκειν;