καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ,τὰ ζῴα δʼ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους.καὶ βάτραχοι δὲ λιμνάδας χοροὺς ἦγὸν·οὓς εἶπε παύσας φρῦνος· „οὐχὶ παιάνωντοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης·ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει,τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμαςὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;“Γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν,πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ,ὅθοὔνεκ’ εἰσὶν ἀδρανέστατοι ζῴωνψυχάς τʼ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν.ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείηςκαὶ βατράχων ὅμιλον εἶδον ἀκταίωνβαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων,ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας·“ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν·ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἥμων.Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρηνἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ.ὃ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείωνἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.αἳ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν,ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει,λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.αἳ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν ἀλλήλαιςφεύγωμεν· ἐκραύγαζον „εἰς τὰ Πυγμαίων.ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶςἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσαςἔπνιγεν ὑδάτων ἐν συναγκίῃ κοίλῃ.τῆς δʼ αὖ λεγούσης „ὡς κακὴν χάριν τίνειςὧν ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,“,ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσαςἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμουςκρεῶν τʼ ἀνεῳγὸς ἄγγος· ὥστε τεθνήξῃιβλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἥμας‘.Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων.