Γνεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων,ὦ Βράγχε τέκνον, ἣν καλοῦσι χρυσείην.τρίτη δʼ ἀπʼ αὐτῶν αὖτʼ ἐγένετο χαλκείη,μεθʼ ἣν γενέσθαι φασὶ θεῖον ἡρώωνπέμπτη σιδηρῆ· ῥίζα καὶ γένος χεῖρον.ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴωνφωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει·ἀγοραὶ δὲ τούτων ἦσαν ἐν μέσαις ὕλαις.ἐλάλει δὲ πέτρη καὶ τὰ φύλλα τῆς πεύκης,ἐλάλει δὲ κἰχθὺς, Βράγχε, νηὶ καὶ ναύτῃ,στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν.ἐφύετʼ ἐκ γῆς πάντα μηδὲν αἰτούσης,θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη.μάθοις ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίηςἐκ τοῦ σοφοῦ γέροντος ἧμιν Αἰσώπουμύθους φράσαντος τῆς ἐλευθέρης μούσης.ὧν νῦν ἕκαστον, ἢν θέλῃς, ἐμῇ μνήμῃμελισταγές σοι νῷ τι κηρίον θήσω,πικρῶν ἰάμβων σκληρὰ κῶλα θηλύνας.Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγύσων,τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴωνφυγή τε πάντων καὶ φόβου δρόμος πλήρης.λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσαςαὐτῷ μάχεσθαι. „μεῖνον“ εἶπε ,μὴ σπεύσῃς“ἅνθρωπος αὐτῷ, „μηδʼ ἐπελπίσῃς νίκῃ·τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃτί σοι ποιητέʼ ἐστίν.“ εἶτα τοξεύειμικρὸν διαστάς. χὠ μὲν οἰστὸς ἐκρύφθηλέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσαςὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας.τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει.ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης,„οὔ με πλανήσεις“ φησίν, „οὐδʼ ἐνεδρεύσεις·ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει,πῶς αὐτὸς ἤδη φοβερός ἐστι γινώσκω.“Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύωνκαὶ τὴν δίκελλαν ἀπολέσας 〈ἐπ〉εζήτει,μή τις παρόντων τήνδʼ ἔκλεψεν ἀγροίκων.ἠρνεῖθ’ ἕκαστος. οὐκ ἔχων δʼ ὃ ποιήσει,εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·