οὐδὲν κρεμαστῆς σχοῦσα πλεῖον αἰώρης,παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·„ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.“Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης.τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει,τῷ δʼ Ἡρακλεῖ προσηύχεθʼ, ὃν μόνον πάντωνθεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα.ὁ θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπιουκαὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου,ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.“Βόες μαγείρους ἀπολέσαι ποτʼ ἐζήτουνἔχοντας αὐτοῖς πολεμίην ἐπιστήμην·καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδηκέρατʼ ἀποξύνοντες. εἷς δέ τις λίηνγέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας,„οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροιςσφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψειτὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην— νέος μὲν οὐκ ὢν, οὐδέπω δὲ πρεσβύτηςλευκὰς μελαίνας μιγάδας ἐκλόνει χαίτας —ἔτ’ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους.ἤρα γυναικῶν δύο, νέης τε καὶ γραίης.νέον μὲν αὐτὸν ἡ νεῆνις ἐζήτειβλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη.τῶν οὖν τριχῶν ἑκάστοθʼ ἡ μὲν ἀκμαίηἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας,ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει,ἕως φαλακρὸν ἡ νέη τε χἠ γραίηἔθηχʼ ἑκάστη τῶν τριχῶν ἀποσπῶσα.Βοηλάτης ἄνθρωπος εἰς μακρὴν ὕληνταῦρον κεράστην ἀπολέσας ἀνεζήτει.ἔθηκε δʼ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις,Ἑρμη νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρναλοιβὴν παρασχεῖν, εἰ λάβοιτο τὸν κλέπτην.ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρονλέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται