εἶχεν ἐπʼ αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων,τοῦ δὲ ποταμοῦ ἐξ ὄμβρων φυσηθέντοςᾖρε τὸν φραγμὸν καὶ καθελὼν ἀπῄει.τοῖς δὲ παλούροις δράκων τις συνεπλάκη,ὃς ἐφέρετο τοῦ ποταμοῦ ἐν μέσῳ.καί τις κατιδὼν ἔφη γελάσας μέγα·“ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.Ποτὲ ἀετὸς ἑάλω ὑπʼ ἀνθρώπου (e). τούτου δὲτὰ πτερὰ ὁ ἄνθρωπος εὐθέως κόψας (e)ἀφῆκε μετὰ τῶν ὀρνέωνἐν οἵκῳ (e?) εἶναι. ὃ δὲ ἦν κατηφὴς οὐδὲ ἤσθιεν ἐκ τῆςλύπης· ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ (e). ἕτερος δέ τιςτοῦτον ὠνησάμενοςκαὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσαςἐποίησε πτερῶσαι· ὃ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσαςἤνεγκεν αὐτῷ δῶρον.ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· “μὴ τούτῳ (e)δίδου τὰ δῶρα“ φησίν “ἀλλὰ τῷ πρώτῳ,ὅτι ὃ μὲν φύσει ἀγαθός ἐστιν· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου,μήπως (e)πάλιν λαβών σε τῶν πτερῶν ἐρημώσῃ.“Ποδῶν χελώνης κατεγέλα τε κἀργίηςλαγωός· ἣ δʼ ἔφη πρὸς αὐτὸν τοιαῦτα·“ἐγὼ σὲ τὸν ταχύποδα ποσσὶ νικήσω“.ὃ δὲ λόγῳ μόνῳ, χελώνη,λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ γνώσῃ ʼ“τίς δὲ τὸν τόπον ὁρίσει“ ἔφη “καὶ βραβεύσει τὴν νίκην;“ (e);‘ἀλώπηξʼ ἔφη ‘ἡ δικαία καὶ σοφωτάτη.ʼ ἔταξε δὲ τὴνἀρχὴν τῆς ὥρας (e) τοῦ δρόμου· ἡ δὲ χελώνη μὴ ὁᾳθυμήσασαἤρξατο τῆς ὀδοῦ πρὸς τὸ αὑτῆς ἀφορῶσα δυσκίνητον·ὁ δὲ λαγωὸς τοῖς ποσὶ θαρρῶν ἐκοιμήθη (e). ἐλθὼν δὲ ἐπὶτὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν.Στικτή ποτʼ ἐπ εκαυχᾶτο πάρδαλις ζῴωνφορεῖν ἁπάντων ποικιλωτέρην δέρριν.πρὸς ἣν ἀλώπηξ εἶπε “σοῦ δʼ ἐγὼ κρείσσωδορῆς ἔχω καὶ ποικιλωτέρην γνώμην.“Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθηὡς ἀσθενῆ δὲ πάλιν ἔφευγεν ἐκ γαίης,εἰς οὐρανὸν δʼ ἀνῆλθε καὶ δι ηρώτατὸν Δία, συνεῖναι πῶς χρέων σὺν ἀνθρώποις.