σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις;“Οὐρή ποτʼ ὄφεως οὐκέτʼ ἠξίου πρώτηνκεφαλὴν βαδίζειν οὐδʼ ἐφείπεθʼ ἑρπούσῃ·„κἀγὼ γὰρ“ εἶπεν „ἐν μέρει προηγοίμην.“τὰ λοιπὰ μέρεα δʼ εἶπεν· „ἦ σύ γʼ ἡγήσῃ;πῶς, ὦ τάλαινα, χωρὶς ὀμμάτων ἥμαςἢ ῥινὸς ἄξεις, οἷς ἕκαστα τῶν ζῴωντὰ πορευτὰ βαίνει πάντα πόδα τʼ ἐπευθύνει;“τὴν δʼ οὐκ ἔπειθε, τὸ φρονοῦν δʼ ἐνικήθητῷ μὴ φρονοῦντι· λοιπὸν ἦρχε τῶν πρώτωντὤπισθεν, οὐρὴ δʼ ἡγεμὼν καθειστήκεισύρουσα τυφλῇ πᾶν τὸ σῶμα κινήσει·κοιλὸν δὲ πέτρης εἰς βάραθρον ἠνέχθηκαὶ τὴν ἄκανθαν ταῖς πέτραισι συντρίβει.σαίνουσα δʼ ἱκέτευεν ἡ πρὶν αὐθάδης·„δέσποινα κεφαλή, σῶσον, εἰ θέλεις, ἥμας·κακῆς γὰρ ἔριδος σὺν κακοῖς ἐπειράθην·εἰς πρῶτον οὖν μᾶλλόν με σοὶ καθιστάσῃἐγὼ προσέξω“, φησί „μή ποτʼ ἀρχούσηςἐμοῦ τι δόξῃς ὕστερον κακῶν κύρειν·Πέρδικά τις πριάμενος ἐντρέχειν οἴκῳἀφῆκεν· ἡδέως γὰρ εἶχε τοῦ ζῴου.κἀκεῖνος εὐθὺς κλαγγὸν ἐξ ἔθους ᾄδωνπᾶσαν κατʼ αὐλὴν ἄχρι βημάτων ᾔει.γαλῆ πρὸς αὐτὸν ἡπίβουλος ὡρμήθηκαὶ πρῶτον εἶπε „τίς μὲν εἶ, πόθεν δʼ ἥκεις;ὃ δʼ „ἠγόρασμαι“ φησί „προσφάτως πέρδιξ·“„ἐγὼ χρόνον τοσοῦτον ἐνθαδὶ τρίβωκαὶ μʼ ἔνδον ἔτεκεν ἡ μυοκτόνος μήτηρ,ἀλλʼ ἡσυχάζω καὶ πρὸς ἑστίην δύνω·σὺ δʼ ἄρτι πως ὠνητός, ὡς λέγεις, ἥκωνπαρρησιάζῃ“ φησί καὶ κατακρώζεις;“Υἱὸν μονογενῆ δειλὸς εἶχε πρεσβύτηςγενναῖον ἄλλως καὶ θέλοντα θηρεύειν.τοῦτον καθʼ ὕπνους ὑπὸ λέοντος ᾠήθηθανόντα κεῖσθαι· καὶ φοβούμενος μήπωςὕπαρ γένηται καὶ τὸ φάσμʼ ἀληθεύσῃκάλλιστον οἶκον ἐξελέξατʼ ἀνδρῶναὑψηλὸν ἠϋδμητὸν ἡλίου πλήρη,κἀκεῖ τὸν υἱὸν παρεφύλασσε συγκλείσας.