„κείρεις μὲν ἡμᾶς, καὶ πόκους ἔχεις κέρσας,τὸ γάλα δʼ ἀμέλγων ἔστι σοι φίλον πῆξαι,ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει.πλέον οὐδὲν ἡμῖν· ἀλλὰ χἠ τροφὴ γαίηςἅπασ᾿ — ἐν ὄρεσι δʼ εὐθαλὲς τί γεννήσει; —,βοτάνη τʼ ἀραιὴ καὶ δρόσου γεμισθεῖσα·τὴν κύνα δὲ φέρβεις ἧμιν ἐν μέσοις ταύτηντρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ.“ταῦθʼ ὡς ἤκουσεν ἡ κύων ἔφη τοῖα·„εἰ μὴ παρήμην κἀν μέσοισι πωλεύμην,οὐκ ἄν ποθʼ ὑμεῖς ἔσχετʼ ἄφθονον ποίην·ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύωδρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα.“Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον.τὸ κυνίδιον δʼ ἔχαιρε παῖζον εὐρύθμως,τὸν δεσπότην τε ποικίλως περισκαῖρον·κἀκεῖνος αὖ κατεῖχεν αὐτὸ τοῖς κόλποις.ὁ δʼ ὄνος γʼ ἔκαμνεν ἑσπέρης ἀλετρεύωνπυρὸν φίλης Δήμητρος, ἡμέρης δʼ ὕληνκατῆγʼ ἀφʼ ὕψους, ἐξ ἀγροῦ θʼ ὅσων χρείη·καὶ μὴν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτηςἔτρωγε κριθὰς χόρτον, ὥσπερ εἰώθει.δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας,σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ,φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξαςἐς μέσσον αὐλῆς ἦλθεν ἄμετρα λακτίζων.σαίνων δʼ ὁποῖα καὶ θέλων περισκαίρειν,τὴν μὲν τράπεζαν ἔθλασ᾿ ἐς μέσον βάλλωνἅπαντα δʼ εὐθὺς ἠλόησε τὰ σκεύη·δειπνοῦντα δʼ ἰθὺς ἦλθε δεσπότην κύσσων,νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνουθεράποντες ἐν μέσοισιν ὡς τὸν ἄνδῤ εἶδον,ἐσάωσαν αὐτὸν ἐξ ὄνου γνάθων ὄντως·κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούωνἔθεινον, ὥστε καὐτὸς ὕστατʼ ἐκπνείων„ἔτλην“ ἔλεξεν „οἷα χρή με, δυσδαίμων·τί γὰρ παῤ οὐρήεσσιν οὐκ ἐπωλεύμην,βαιῷ δʼ ὁ μέλεος κυνιδίῳ παρισούμην;Πάγης ἀλώπηξ οὐκ ἄπωθεν ἑστῶσαβουλὰς ἐκίνει ποικίλας, τί ποιήσει.