κρεῶν τε συσσίτοισι διανέμων μοίρας·ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης,ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ,ὅπερ εἶχεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ·κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.καὶ δή ποτʼ αὐτὴν προσποιητὰ σιγῶσανδείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσανλέων τίνʼ εἶχεν αἰτίην διηρώτα·„κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθης·φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“ἣ δʼ εἶπεν „ὦ φέριστε θηρίων γέννης,πολλῇ μερίμνῃ καρδίην διαξαίνω·οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,τὰ δʼ ἔπειτα“ φησί „προσκοπουμένη κλαίω.καθʼ ἡμέρην γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλοςξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι,τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.“ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσαςεἶπεν “πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου·“Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν·ὁ δʼ οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμωντοιοῖσδε μύθοις ἱκέτευε τὸν θῆρα·„ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρουςθηρῶντα νηδύν σαρκὶ τῇδε πιαίνειν·μυὸς δὲ δεῖπνον οὐδʼ ἄκρων ἐπιψαῦσαιχειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου.ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω.“γελάσας δʼ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν.καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοιςἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη.[κἀντεῦθεν ἀπεγνώκει ὁ θὴρ τὴν σωτηρίαν]ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας,στερρόν τʼ ὁδοῦσι βραχυτάτοις βρόχον κείραςἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαιἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.σαφὴς ὁ μῦθος εὖ νοοῦσιν ἀνθρώποις,σῴζειν πένητας, μηδέ των ἀπελπίζειν,εἰ καὶ λέοντα μῦς ἔσωσʼ ἀγρευθέντα.Μῦθος μέν, ὦ παῖ βασιλέως Ἀλεξάνδρου,Σύρων παλαιῶν ἐστιν εὕρεμʼ ἀνθρώπων,