φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων.θηρῶν δʼ ἐπʼ αὐλὰς ἦλθεν ἄγγελος φήμη,καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου,ἐπισκοπήσων δʼ εἷς ἕκαστος εἰσῄει.τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτωςκατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει.σοφὴ δʼ ἀλώπηξ ὑπενόησε, καὶ πόρρωσταθεῖσα „βασιλεῦ, πῶς ἔχεις;“ ἐπηρώτα.κἀκεῖνος εἶπε „χαῖρε, φιλτάτη ζῴων.τί δʼ οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ;δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοιςπαρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης.“„σῴζοιο“ φησίν· „ἢν δʼ ἄπειμι, συγγνώσῃ·πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει,ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις.“Λάθρῃ κύων ἔδακνε· τῷ δὲ χαλκεύσαςὁ δεσπότης κώδωνα καὶ προσαρτήσαςπρόδηλον εἶναι μακρόθεν πεποιήκει.ὁ κύων δὲ τὸν κώδωνα διʼ ἀγορῆς σείωνἠλαζονεύετ᾿. ἀλλὰ δὴ κύων γραίηπρὸς αὐτὸν εἶπεν “ὦ τάλαν, τί σεμνύνῃ;οὐ κόσμον ἀρετῆς τοῦτον οὐδʼ ἐπιεικείης,σαυτοῦ δʼ ἔλεγχον τῆς πονηρίης κρούεις.“Λύκος ποτʼ ἄρας πρόβατον ἐκ μέσης ποίμνηςἐκόμιζεν οἴκαδ᾿· ᾧ λέων ὑπαντήσαςἀπέσπασʼ αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω„ἀδίκως μʼ ἀφείλω τῶν ἐμῶν“ ἐκεκράγει.λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων·„σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη.“Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου,καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων,ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω,φιλοφρονεῖσθαι γνησίως ἐπειράθη.πολὑς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίωνθηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·ὃ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων,ἅδην τιθεὶς ἅπασι δαῖτα θυμήρη.φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήκει.γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων