ʽἈλλʼ, ὦ μακάριε, ὅρα μὴ ἄλλο τι τὸ γενναῖον καὶ τὸ ἀγαθὸν ᾖ τοῦ σῴζειν τε καὶ σῴζεσθαι· μὴ γὰρ τοῦτο μέν, τὸ ζῆν ὁποσονδὴ χρόνον, τόν γε ὡς ἀληθῶς ἄνδρα ἐατέον ἐστὶ καὶ οὐ φιλοψυχητέον, ἀλλ’ ἐπιτρέψαντα περὶ τούτων τῷ θεῷ καὶ πιστεύσαντα ταῖς γυναιξίν, ὅτι τὴν εἱμαρμένην οὐδ’ ἂν εἶς ἐκφύγοι, τὸ ἐπὶ τούτῳ σκεπτέον τίνα ἂν τρόπον τοῦτον ὃν μέλλει χρόνον βιῶναι ὡς ἄριστα βιῴη.ʼΠερισκοπεῖν ἄστρων δρόμους ὥσπερ συμπεριθέοντα καὶ τὰς τῶν στοιχείων εἰς ἄλληλα μεταβολὰς συνεχῶς ἐννοεῖν· ἀποκαθαίρουσι γὰρ αἱ τούτων φαντασίαι τὸν ῥύπον τοῦ χαμαὶ βίου.Καλὸν τὸ τοῦ Πλάτωνος. καὶ δὴ περὶ ἀνθρώπων τοὺς λόγους ποιούμενον ἐπισκοπεῖν δεῖ καὶ τὰ ἐπίγεια ὥσπερ ποθὲν ἄνωθεν κάτω· ἀγέλας, στρατεύματα, γεώργια, γάμους, διαλύσεις, γενέσεις, θανάτους, δικαστηρίων θόρυβον, ἐρήμους χώρας, βαρβάρων ἔθνη ποικίλα, ἑορτάς, θρήνους, ἀγοράς, τὸ παμμιγὲς καὶ τὸ ἐκ τῶν ἐναντίων συγκοσμούμενον.Τὰ προγεγονότα ἀναθεωρεῖν, τὰς τοσαύτας τῶν ἡγεμονιῶν μεταβολάς. ἔξεστι καὶ τὰ ἐσόμενα προεφορᾶν· ὁμοειδῆ γὰρ πάντως ἔσται καὶ οὐχ οἷόν τε ἐκβῆναι τοῦ ῥυθμοῦ τῶν νῦν γινομένων· ὅθεν καὶ ἴσον τὸ τεσσαράκοντα ἔτεσιν ἱστορῆσαι τὸν ἀνθρώπινον βίον τῷ ἐπὶ ἔτη μύρια· τί γὰρ πλέον ὄψει;Καὶ τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου βλάστοντα γονῆς εἰς οὐράνιον πάλιν ἦλθε πόλον. Ἢ τοῦτο διάλυσις τῶν ἐν ταῖς ἀτόμοις ἀντεμπλοκῶν καὶ τοιοῦτός τις σκορπισμὸς τῶν ἀπαθῶν στοιχείων.Καὶ σίτοισι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν. . . . . . . . . . . . . .θεόθεν δὲ πνέοντ’ οὖρον ἀνάγκη τλῆναι καμάτοις ἀνοδύρτοις.Καββαλικώτερος, ἀλλ’ οὐχὶ κοινωνικώτερος οὐδὲ αἰδημονέστερος οὐδ’ εὐτακτότερος ἐπὶ τοῖς συμβαίνουσιν οὐδὲ εὐμενέστερος πρὸς τὰ τῶν πλησίον παροράματα.Ὅπου ἔργον ἐπιτελεῖσθαι δύναται κατὰ τὸν κοινὸν θεοῖς καὶ ἀνθρώποις λόγον, ἐκεῖ οὐδὲν δεινόν· ὅπου γὰρ ὠφελείας τυχεῖν ἔξεστι διὰ τῆς εὐοδούσης καὶ κατὰ τὴν κατασκευὴν προιούσης ἐνεργείας, ἐκεῖ οὐδεμίαν βλάβην ὑφορατέον.Πανταχοῦ καὶ διηνεκῶς ἐπὶ σοί ἐστι καὶ τῇ παρούσῃ συμβάσει θεοσεβῶς εὐαρεστεῖν καὶ τοῖς παροῦσιν ἀνθρώποις κατὰ δικαιοσύνην προσφέρεσθαι καὶ τῇ παρούσῃ φαντασίᾳ ἐμφιλοτεχνεῖν, ἵνα μή τι ἀκατάληπτον παρεισρυῇ.Μὴ περιβλέπου ἀλλότρια ἡγεμονικά, ἀλλ’ ἐκεῖ βλέπε κατ’ εὐθὺ ἐπὶ τί σε ἡ φύσις ὁδηγεῖ, ἥ τε τοῦ ὅλου διὰ τῶν συμβαινόντων σοι καὶ ἡ σὴ διὰ τῶν πρακτέων ὑπὸ σοῦ· πρακτέον δὲ ἑκάστῳ τὸ ἑξῆς τῇ κατασκευῇ· κατεσκεύασται δὲ τὰ μὲν λοιπὰ τῶν λογικῶν ἕνεκεν, ὥσπερ καὶ ἐπὶ παντὸς ἄλλου τὰ χείρω τῶν κρειττόνων ἕνεκεν, τὰ δὲ λογικὰ ἀλλήλων ἕνεκεν. τὸ μὲν οὖν προηγούμενον ἐν τῇ τοῦ ἀνθρώπου κατασκευῇ τὸ κοινωνικόν ἐστι, δεύτερον δὲ τὸ ἀνένδοτον πρὸς τὰς σωματικὰς πείσεις· λογικῆς γὰρ καὶ νοερᾶς κινήσεως ἴδιον περιορίζειν ἑαυτὴν καὶ μήποτε ἡττᾶσθαι μήτε αἰσθητικῆς μήτε ὁρμητικῆς κινήσεως· ζῳώδεις γὰρ ἑκάτεραι, ἡ δὲ νοερὰ ἐθέλει πρωτιστεύειν καὶ μὴ κατακρατεῖσθαι ὑπ’ ἐκείνων. δικαίως γε· πέφυκε γὰρ χρηστικὴ πᾶσιν ἐκείνοις. τρίτον ἐν τῇ λογικῇ κατασκευῇ τὸ ἀπρόπτωτον καὶ ἀνεξαπάτητον. τούτων οὖν ἐχόμενον τὸ ἡγεμονικὸν εὐθεῖαν περαινέτω καὶ ἔχει τὰ ἑαυτοῦ.Ὡς ἀποτεθνηκότα δεῖ καὶ μέχρι νῦν βεβιωκότα τὸ λοιπὸν ἐκ τοῦ περιόντος ζῆσαι κατὰ τὴν φύσιν.Μόνως φιλεῖν τὸ ἑαυτῷ συμβαῖνον καὶ συγκλωθόμενον· τί γὰρ ἁρμοδιώτερον;Ἐφ’ ἑκάστου συμβάματος ἐκείνους πρὸ ὀμμάτων ἔχειν, οἷς τὰ αὐτὰ συνέβαινεν, ἔπειτα ἤχθοντο, ἐξενίζοντο, ἐμέμφοντο· νῦν οὗν ἐκεῖνοι ποῦ; οὐδαμοῦ. τί οὖν; καὶ σὺ θέλεις ὁμοίως; οὐχὶ δὲ τὰς μὲν ἀλλοτρίας τροπὰς καταλιπεῖν τοῖς τρέπουσι καὶ τρεπομένοις, αὐτὸς δὲ περὶ τὸ πῶς χρῆσθαι αὐτοῖς ὅλος γίνεσθαι; χρήσῃ γὰρ καλῶς καὶ ὕλη σοι ἔσται, μόνον πρόσεχε καὶ θέλε σεαυτῷ καλὸς εἶναι ἐπὶ παντός, οὖ πράσσεις, καὶ μέμνησο ἀμφοτέρων, ὅτι καὶ διάφορον ἐφ’ οὗ ἡ πρᾶξις.Ἔνδον σκάπτε, ἔνδον ἡ πηγὴ τοῦ ἀγαθοῦ καὶ ἀεὶ ἀναβλύειν δυναμένη, ἐὰν ἀεὶ σκάπτῃς.Δεῖ καὶ τὸ σῶμα πεπηγέναι καὶ μὴ διερρῖφθαι μήτε ἐν κινήσει μήτε ἐν σχέσει. οἷον γάρ τι ἐπὶ τοῦ προσώπου παρέχεται ἡ διάνοια συνεστὼς αὐτὸ καὶ εὔσχημον συντηροῦσα, τοιοῦτο καὶ ἐπὶ ὅλου τοῦ σώματος ἀπαιτητέον. πάντα δὲ ταῦτα σὺν τῷ ἀνεπιτηδεύτῳ φυλακτέα.Ἡ βιωτικὴ τῇ παλαιστικῇ ὁμοιοτέρα ἤπερ τῇ ὀρχηστικῇ κατὰ τὸ πρὸς τὰ ἐμπίπτοντα καὶ οὐ προεγνωσμενα ἕτοιμος καὶ ἀπτὼς ἑστάναι.Συνεχῶς ἐφιστάναι, τίνες εἰσὶν οὗτοι, ὑφ’ ὧν μαρτυρεῖσθαι θέλεις, καὶ τίνα ἡγεμονικὰ ἔχουσιν· οὔτε γὰρ μέμψῃ τοῖς ἀκουσίως πταίουσιν οὔτε ἐπιμαρτυρήσεως δεήσῃ, ἐμβλέπων εἰς τὰς πηγὰς τῆς ὑπολήψεως καὶ ὁρμῆς αὐτῶν.ʽΠᾶσα ψυχή, φησίν, ἄκουσα στέρεται ἀληθείας·ʼ οὕτως οὖν καὶ δικαιοσύνης καὶ σωφροσύνης καὶ εὐμενείας καὶ παντὸς τοῦ τοιούτου. ἀναγκαιότατον δὲ τὸ διηνεκῶς τούτου μεμνῆσθαι· ἔσῃ γὰρ πρὸς πάντας πρᾳότερος.Ἐπὶ μὲν παντὸς πόνου πρόχειρον ἔστω ὅτι οὐκ αἰσχρὸν οὐδὲ τὴν διάνοιαν τὴν κυβερνῶσαν χείρω ποιεῖ· οὔτε γὰρ καθὸ λογική ἐστιν οὔτε καθὸ κοινωνικὴ διαφθείρει αὐτήν. ἐπὶ μέντοι τῶν πλείστων πόνων καὶ τὸ τοῦ Ἐπικούρου σοι βοηθείτω, ὅτι οὔτε ἀφόρητον οὔτε αἰώνιον, ἐὰν τῶν ὅρων μνημονεύῃς καὶ μὴ προσδοξάζῃς. κἀκείνου δὲ μέμνησο, ὅτι πολλὰ πόνῳ τὰ αὐτὰ ὄντα λανθάνει, δυσχεραινόμενα· οἷον τὸ νυστάζειν καὶ τὸ καυματίζεσθαι καὶ τὸ ἀνορεκτεῖν· ὅταν οὖν τινι τούτων δυσαρεστῇς, λέγε ἑαυτῷ, ὅτι πόνῳ ἐνδίδως.