Ἤτοι ἀνάγκη εἱμαρμένης καὶ ἀπαράβατος τάξις ἢ πρόνοια ἱλάσιμος ἢ φυρμὸς εἰκαιότητος ἀπροστάτητος. εἰ μὲν οὖν ἀπαράβατος ἀνάγκη, τί ἀντιτείνεις; εἰ δὲ πρόνοια ἐπιδεχομένη τὸ ἱλάσκεσθαι, ἄξιον σαυτὸν ποίησον τῆς ἐκ τοῦ θείου βοηθείας. εἰ δὲ φυρμὸς ἀνηγεμόνευτος, ἀσμένιζε ὅτι ἐν τοιούτῳ κλύδωνι αὐτὸς ἔχεις ἐν σαυτῷ τινα νοῦν ἡγεμονικόν, κἂν παραφέρῃ σε ὁ κλύδων, παραφερέτω τὸ σαρκίδιον, τὸ πνευμάτιον, τἄλλα· τὸν γὰρ νοῦν οὐ παροίσει.ἢ τὸ μὲν τοῦ λύχνου φῶς, μέχρι σβεσθῇ, φαίνει καὶ τὴν αὐγὴν οὐκ ἀποβάλλει· ἡ δὲ ἐν σοὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ σωφροσύνη προαποσβήσεται;Ἐπὶ τοῦ φαντασίαν παρασχόντος ὅτι ἥμαρτε· τί δαὶ οἶδα εἰ τοῦτο ἁμάρτημα; εἰ δὲ καὶ ἥμαρτεν, ὅτι κατέκρινεν αὐτὸς ἑαυτόν, καὶ οὕτως ὅμοιον τοῦτο τῷ καταδρύπτειν τὴν ἑαυτοῦ ὄψιν. Ὅτι ὁ μὴ θέλων τὸν φαῦλον ἁμαρτάνειν ὅμοιος τῷ μὴ θέλοντι τὴν συκῆν ὀπὸν ἐν τοῖς σύκοις φέρειν καὶ τὰ βρέφη κλαυθμυρίζεσθαι καὶ τὸν ἵππον χρεμετίζειν καὶ ὅσα ἄλλα ἀναγκαῖα. τί γὰρ πάθῃ τὴν ἕξιν ἔχων τοιαύτην; εἰ οὖν γοργὸς εἶ, ταύτην θεράπευσον.Εἰ μὴ καθήκει, μὴ πράξῃς· εἰ μὴ ἀληθές ἐστι, μὴ εἴπῃς. ἡ γὰρ ὁρμή σου ἔστω ιη′ εἰς τὸ πᾶν ἀεὶ ὁρᾶν, τί ἐστιν αὐτὸ ἐκεῖνο τὸ τὴν φαντασίαν σοι ποιοῦν, καὶ ἀναπτύσσειν διαιροῦντα εἰς τὸ αἴτιον, εἰς τὸ ὑλικόν, εἰς τὴν ἀναφοράν, εἰς τὸν χρόνον, ἐντὸς οὗ πεπαῦσθαι αὐτὸ δεήσει.Αἴσθου ποτὲ ὅτι κρεῖττόν τι καὶ δαιμονιώτερον ἔχεις ἐν σαυτῷ τῶν τὰ πάθη ποιούντων καὶ καθάπαξ τῶν νευροσπαστούντων σε. τί μου νῦν ἐστιν ἡ διάνοια; μὴ φόβος; μὴ ὑποψία; μὴ ἐπιθυμία; μὴ ἄλλο τι τοιοῦτον;Πρῶτον τὸ μὴ εἰκῇ μηδὲ ἄνευ ἀναφορᾶς. δεύτερον τὸ μὴ ἐπ’ ἄλλο τι ἢ ἐπὶ τὸ κοινωνικὸν τέλος τὴν ἀναγωγὴν ποιεῖσθαι.Ὅτι μετ’ οὐ πολὺ οὐδεὶς οὐδαμοῦ ἔσῃ οὐδὲ τούτων τι ἃ νῦν βλέπεις οὐδὲ τούτων τις τῶν νῦν βιούντων· ἅπαντα γὰρ μεταβάλλειν καὶ τρέπεσθαι καὶ φθείρεσθαι πέφυκεν, ἵνα ἕτερα ἐφεξῆς γίνηται.Ὅτι πάντα ὑπόληψις καὶ αὕτη ἐπὶ σοί. ἆρον οὖν ὅτε θέλεις τὴν ὑπόληψιν καὶ ὥσπερ κάμψαντι τὴν ἄκραν γαλήνη, σταθερὰ πάντα καὶ κόλπος ἀκύμων.Μία καὶ ἡτισοῦν ἐνέργεια κατὰ καιρὸν παυσαμένη οὐδὲν κακὸν πάσχει, καθὸ πέπαυται· οὐδὲ ὁ πράξας τὴν πρᾶξιν ταύτην κατ’ αὐτὸ τοῦτο, καθὸ πέπαυται, κακόν τι πέπονθεν. ὁμοίως οὖν τὸ ἐκ πασῶν τῶν πράξεων σύστημα, ὅπερ ἐστὶν ὁ βίος, ἐὰν ἐν καιρῷ παύσηται, οὐδὲν κακὸν πάσχει κατ’ αὐτὸ τοῦτο, καθὸ πέπαυται· οὐδὲ ὁ καταπαύσας ἐν καιρῷ τὸν εἱρμὸν τοῦτον κακῶς διετέθη. τὸν δὲ καιρὸν καὶ τὸν ὅρον δίδωσιν ἡ φύσις, ποτὲ μὲν καὶ ἡ ἰδία, ὅταν ἐν γήρᾳ, πάντως δὲ ἡ τῶν ὅλων, ἧς τῶν μερῶν μεταβαλλόντων νεαρὸς ἀεὶ καὶ ἀκμαῖος ὁ σύμπας κόσμος διαμένει. καλὸν δὲ ἀεὶ πᾶν καὶ ὡραῖον τὸ συμφέρον τῷ ὅλῳ. ἡ οὖν κατάπαυσις τοῦ βίου ἑκάστῳ οὐ κακὸν μὲν ὅτι οὐδὲ αἰσχρόν, εἴπερ καὶ ἀπροαίρετον καὶ οὐκ ἀκοινώνητον· ἀγαθὸν δὲ εἴπερ τῷ ὅλῳ καίριον καὶ συμφέρον καὶ συμφερόμενον. οὕτως γὰρ καὶ θεοφόρητος ὁ φερόμενος κατὰ ταὐτὰ θεῷ καὶ ἐπὶ ταὐτὰ τῇ γνώμῃ φερόμενος.Τρία ταῦτα δεῖ πρόχειρα ἔχειν· ἐπὶ μὲν ὧν ποιεῖς, εἰ μήτε εἰκῇ μήτε ἄλλως ἢ ὡς ἂν ἡ Δίκη αὐτὴ ἐνήργησεν· ἐπὶ δὲ τῶν ἔξωθεν συμβαινόντων, ὅτι ἤτοι κατ’ ἐπιτυχίαν ἢ κατὰ πρόνοιαν· οὔτε δὲ τῇ ἐπιτυχίᾳ μεμπτέον οὔτε τῇ προνοίᾳ ἐγκλητέον. δεύτερον τό· ὁποῖον ἕκαστον ἀπὸ σπέρματος μέχρι ψυχώσεως καὶ ἀπὸ ψυχώσεως μέχρι τοῦ τὴν ψυχὴν ἀποδοῦναι καὶ ἐξ οἵων ἡ σύγκρισις καὶ εἰς οἷα ἡ λύσις. τρίτον, εἰ ἄφνω μετέωρος ἐξαρθεὶς κατασκέψαιο τὰ ἀνθρώπεια καὶ τὴν πολυτροπίαν, ὅτι καταφρονήσεις συνιδὼν ἅμα καὶ ὅσον τὸ περιοικοῦν ἐναερίων καὶ ἐναιθερίων· καὶ ὅτι, ὁσάκις ἂν ἐξαρθῇς, ταὐτὰ ὄψῃ, τὸ ὁμοειδές, τὸ ὀλιγοχρόνιον. ἐπὶ τούτοις ὁ τῦφος.Βάλε ἔξω τὴν ὑπόληψιν· σέσωσαι. τίς οὖν ὁ κωλύων ἐκβάλλειν;Ὅταν δυσφορῇς ἐπί τινι, ἐπελάθου τοῦ, ὅτι πάντα κατὰ τὴν τῶν ὅλων φύσιν γίνεται, καὶ τοῦ, ὅτι τὸ ἁμαρτανόμενον ἀλλότριον, καὶ ἐπὶ τούτοις τοῦ, ὅτι πᾶν τὸ γινόμενον οὕτως ἀεὶ ἐγίνετο καὶ γενήσεται καὶ νῦν πανταχοῦ γίνεται· τοῦ, ὅση ἡ συγγένεια ἀνθρώπου πρὸς πᾶν τὸ ἀνθρώπειον γένος· οὐ γὰρ αἱματίου ἢ σπερματίου, ἀλλὰ νοῦ κοινωνία. ἐπελάθου δὲ καὶ τοῦ, ὅτι ὁ ἑκάστου νοῦς θεὸς καὶ ἐκεῖθεν ἐρρύηκεν· τοῦ, ὅτι οὐδὲν ἴδιον οὐδενός, ἀλλὰ καὶ τὸ τεκνίον καὶ τὸ σωμάτιον καὶ αὐτὸ τὸ ψυχάριον ἐκεῖθεν ἐλήλυθεν· τοῦ, ὅτι πάνθ’ ὑπόληψις· τοῦ, ὅτι τὸ παρὸν μόνον ἕκαστος ζῇ καὶ τοῦτο ἀποβάλλει.Συνεχῶς ἀναπολεῖν τοὺς ἐπί τινι λίαν ἀγανακτήσαντας, τοὺς ἐν μεγίσταις δόξαις ἢ συμφοραῖς ἢ ἔχθραις ἢ ὁποιαισοῦν τύχαις ἀκμάσαντας· εἶτα ἐφιστάνειν· ποῦ νῦν πάντα ἐκεῖνα; καπνὸς καὶ σποδὸς καὶ μῦθος ἢ οὐδὲ μῦθος. συμπροσπιπτέτω δὲ καὶ τὸ τοιοῦτο πᾶν, οἷον· Φάβιος Κατουλλῖνος ἐπ’ ἀγροῦ καὶ Λούσιος Δοῦπος ἐν τοῖς κήποις καὶ Στερτίνιος ἐν Βαίαις καὶ Τιβέριος ἐν Καπρίαις καὶ Οὐήλιος Ῥοῦφος καὶ ὅλως ἡ πρὸς ὁτιοῦν μετ’ οἰήσεως διαφορά· καὶ ὡς εὐτελὲς πᾶν τὸ κατεντεινόμενον καὶ ὅσῳ φιλοσοφώτερον τὸ ἐπὶ τῆς δοθείσης ὕλης ἑαυτὸν δίκαιον, σώφρονα, θεοῖς ἑπόμενον ἀφελῶς παρέχειν· ὁ γὰρ ὑπὸ ἀτυφίᾳ τῦφος τυφόμενος πάντων χαλεπώτατος.