Οὐ περὶ τοῦ τυχόντος οὖν, ἔφη, ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ μαίνεσθαι ἢ μή.Ὁ Σωκράτης ἔλεγε· τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων;—λογικῶν.—τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων;—ὑγιῶν.—τί οὖν οὐ ζητεῖτε;—ὅτι ἔχομεν.—τί οὖν μάχεσθε καὶ διαφέρεσθε;