Συμφέρει ἑκάστῳ ὃ φέρει ἑκάστῳ ἡ τῶν ὅλων φύσις, καὶ τότε συμφέρει ὅτε ἐκείνη φέρει.ʽἘρᾷ μὲν ὄμβρου γαῖα, ἐρᾷ δὲ ὁ σεμνὸς αἰθήρ,ʼ ἐρᾷ δὲ ὁ κόσμος ποιῆσαι ὃ ἂν μέλλῃ γίνεσθαι. λέγω οὖν τῷ κόσμῳ ὅτι σοὶ συνερῶ. μήτι δὲ οὕτω κἀκεῖνο λέγεται, ὅτι· φιλεῖ τοῦτο γίνεσθαι;Ἤτοι ἐνταῦθα ζῇς καὶ ἤδη εἴθικας· ἢ ἔξω ὑπάγεις καὶ τοῦτο ἤθελες· ἢ ἀποθνῄσκεις καὶ ἀπελειτούργησας. παρὰ δὲ ταῦτα οὐδέν. οὐκοῦν εὐθύμει.Ἐναργὲς ἔστω ἀεὶ τὸ ὅτι τοιοῦτο ἐκεῖνο ὁ ἀγρός ἐστι καὶ πῶς πάντα ἐστὶ τὰ αὐτὰ ἐνθάδε τοῖς ἐν ἄκρῳ τῷ ὄρει ἢ ἐπὶ τοῦ αἰγιαλοῦ ἢ ὅπου θέλεις. ἄντικρυς γὰρ εὑρήσεις τὰ τοῦ Πλάτωνος· ʽσηκὸν ἐν ὄρει, φησί, περιβαλλόμενος καὶ βδάλλων βληχήματα.ʼΤί ἐστί μοι τὸ ἡγεμονικόν μου καὶ ποῖόν τι αὐτὸ ἐγὼ ποιῶ νῦν καὶ πρὸς τί ποτε αὐτῷ νῦν χρῶμαι; μήτι κενὸν νοῦ ἐστι; μήτι ἀπόλυτον καὶ ἀπεσπασμένον κοινωνίας; μήτι προστετηκὸς καὶ ἀνακεκραμένον τῷ σαρκιδίῳ, ὥστε τούτῳ συντρέπεσθαι;Ὁ τὸν κύριον φεύγων δραπέτης· κύριος δὲ ὁ νόμος καὶ ὁ παρανομῶν οὖν δραπέτης. ἀλλὰ καὶ ὁ λυπούμενος ἢ ὀργιζόμενος ἢ φοβούμενος οὐ βούλεταί τι γεγονέναι ἢ γίνεσθαι ἢ γενήσεσθαι τῶν ὑπὸ τοῦ τὰ πάντα διοικοῦντος τεταγμένων, ὅς ἐστι νόμος, νέμων ὅσα ἑκάστῳ ἐπιβάλλει. ὁ ἄρα φοβούμενος ἢ λυπούμενος ἢ ὀργιζόμενος δραπέτης.Σπέρμα εἰς μήτραν ἀφεὶς ἀπεχώρησε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσα ἐργάζεται καὶ ἀποτελεῖ βρέφος· ἐξ οἵου οἷον; πάλιν· τροφὴν διὰ φάρυγγος ἀφῆκε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσα αἴσθησιν καὶ ὁρμὴν καὶ τὸ ὅλον ζωὴν καὶ ῥώμην καὶ ἄλλα (ὅσα καὶ οἷα;) ποιεῖ. ταῦτα οὖν ἐν τοιαύτῃ ἐγκαλύψει γινόμενα θεωρεῖν καὶ τὴν δύναμιν οὕτως ὁρᾶν, ὡς καὶ τὴν βρίθουσαν καὶ τὴν ἀνωφερῆ ὁρῶμεν, οὐχὶ τοῖς ὀφθαλμοῖς, ἀλλ’ οὐχ ἧττον ἐναργῶς.Συνεχῶς ἐπινοεῖν πῶς πάντα τοιαῦτα, ὁποῖα νῦν γίνεται, καὶ πρόσθεν ἐγίνετο, καὶ ἐπινοεῖν γενησόμενα· καὶ ὅλα δράματα καὶ σκηνὰς ὁμοειδεῖς, ὅσα ἐκ πείρας τῆς σῆς ἢ τῆς πρεσβυτέρας ἱστορίας ἔγνως, πρὸ ὀμμάτων τίθεσθαι, οἷον αὐλὴν ὅλην Ἁδριανοῦ καὶ αὐλὴν ὅλην Ἀντωνίνου καὶ αὐλὴν ὅλην Φιλίππου, Ἀλεξάνδρου, Κροίσου· πάντα γὰρ ἐκεῖνα τοιαῦτα ἦν, μόνον δι’ ἑτέρων.Φαντάζου πάντα τὸν ἐφ’ ᾡτινιοῦν λυπούμενον ἢ δυσαρεστοῦντα ὅμοιον τῷ θυομένῳ χοιριδίῳ καὶ ἀπολακτίζοντι καὶ κεκραγότι· ὅμοιος καὶ ὁ οἰμώζων ἐπὶ τοῦ κλινιδίου μόνος σιωπῇ. τὴν ἔνδεσιν ἡμῶν καὶ ὅτι μόνῳ τῷ λογικῷ ζῴῳ δέδοται τὸ ἑκουσίως ἕπεσθαι τοῖς γινομένοις, τὸ δὲ ἕπεσθαι ψιλὸν πᾶσιν ἀναγκαῖον.Κατὰ μέρος ἐφ’ ἑκάστου ὧν ποιεῖς ἐφιστάνων ἐπερώτα σεαυτὸν εἰ ὁ θάνατος δεινὸν διὰ τὸ τούτου στέρεσθαι.Ὅταν προσκόπτῃς ἐπί τινος ἁμαρτίᾳ, εὐθὺς μεταβὰς ἐπιλογίζου τί παρόμοιον ἁμαρτάνεις· οἷον, ἀργύριον ἀγαθὸν εἶναι κρίνων ἢ τὴν ἡδονὴν ἢ τὸ δοξάριον καὶ κατ’ εἶδος. τούτῳ γὰρ ἐπιβάλλων ταχέως ἐπιλήσῃ τῆς ὀργῆς, συμπροσπίπτοντος τοῦ ὅτι βιάζεται· τί γὰρ ποιήσει; ἤ, εἰ δύνασαι, ἄφελε αὐτοῦ τὸ βιαζόμενον.Σατυρίωνα ἰδὼν Σωκρατικὸν φαντάζου ἢ Εὐτύχην ἢ Ὑμένα, καὶ Εὐφράτην ἰδὼν Εὐτυχίωνα ἢ Σιλουανὸν φαντάζου, καὶ Ἀλκίφρονα Τροπαιοφόρον φαντάζου, καὶ Σευῆρον ἰδὼν Κρίτωνα ἢ Ξενοφῶντα φαντάζου, καὶ εἰς σεαυτὸν ἀπιδὼν τῶν Καισάρων τινὰ φαντάζου, καὶ ἐφ’ ἑκάστου τὸ ἀνάλογον. εἶτα συμπροσπιπτέτω σοι· ποῦ οὖν ἐκεῖνοι; οὐδαμοῦ ἢ ὁπουδή. οὕτως γὰρ συνεχῶς θεάσῃ τὰ ἀνθρώπινα καπνὸν καὶ τὸ μηδέν, μάλιστα ἐὰν συμμνημονεύσῃς ὅτι τὸ ἅπαξ μεταβαλὸν οὐκέτι ἔσται ἐν τῷ ἀπείρῳ χρόνῳ. τί οὖν ἐντείνῃ; τί δ’ οὐκ ἀρκεῖ σοι τὸ βραχὺ τοῦτο κοσμίως διαπερᾶσαι; Οἵαν ὕλην καὶ ὑπόθεσιν φεύγεις· τί γάρ ἐστι πάντα ταῦτα ἄλλο πλὴν γυμνάσματα λόγου ἑωρακότος ἀκριβῶς καὶ φυσιολόγως τὰ ἐν τῷ βίῳ; μένε οὖν, μέχρι ἐξοικειώσῃς σεαυτῷ καὶ ταῦτα, ὡς ὁ ἐρρωμένος στόμαχος πάντα ἐξοικειοῖ, ὡς τὸ λαμπρὸν πῦρ, ὅ τι ἂν ἐμβάλῃς, φλόγα ἐξ αὐτοῦ καὶ αὐγὴν ποιεῖ.Μηδενὶ ἐξέστω εἰπεῖν ἀληθεύοντι περὶ σοῦ ὅτι οὐχ ἁπλοῦς ἢ ὅτι οὐκ ἀγαθός, ἀλλὰ ψευδέσθω, ὅστις τούτων τι περὶ σοῦ ὑπολήψεται. πᾶν δὲ τοῦτο ἐπὶ σοί· τίς γὰρ ὁ κωλύων ἀγαθὸν εἶναί σε καὶ ἁπλοῦν; σὺ μόνον κρῖνον μηκέτι ζῆν, εἰ μὴ τοιοῦτος ἔσῃ· οὐδὲ γὰρ αἱρεῖ λόγος μὴ τοιοῦτον ὄντα.Τί ἐστι τὸ ἐπὶ ταύτης τῆς ὕλης δυνάμενον κατὰ τὸ ὑγιέστατον πραχθῆναι ἢ ῥηθῆναι; ὅ τι γὰρ ἂν τοῦτο ᾖ, ἔξεστιν αὐτὸ πρᾶξαι ἢ εἰπεῖν καὶ μὴ προφασίζου ὡς κωλυόμενος. Οὐ πρότερον παύσῃ στένων πρὶν ἢ τοῦτο πάθῃς, ὅτι οἷόν ἐστι τοῖς ἡδυπαθοῦσιν ἡ τρυφή; τοιοῦτό σοι τὸ ἐπὶ τῆς ὑποβαλλομένης καὶ ὑποπιπτούσης ὕλης ποιεῖν τὰ οἰκεῖα τῇ τοῦ ἀνθρώπου κατασκευῇ· ἀπόλαυσιν γὰρ δεῖ ὑπολαμβάνειν πᾶν ὃ ἔξεστι κατὰ τὴν ἰδίαν φύσιν ἐνεργεῖν.πανταχοῦ δὲ ἔξεστι. τῷ μὲν οὖν κυλίνδρῳ οὐ πανταχοῦ δίδοται φέρεσθαι τὴν ἰδίαν κίνησιν οὐδὲ τῷ ὕδατι οὐδὲ πυρὶ οὐδὲ τοῖς ἄλλοις ὅσα ὑπὸ φύσεως ἢ ψυχῆς ἀλόγου διοικεῖται· τὰ γὰρ διείργοντα καὶ ἐνιστάμενα πολλά· νοῦς δὲ καὶ λόγος διὰ παντὸς τοῦ ἀντιπίπτοντος οὕτως πορεύεσθαι δύναται ὡς πέφυκε καὶ ὡς θέλει.