τοῦ αὐτοῦ. ἐὰν νέος τελευτᾷ τὸν βίον †, ἐγκαλεῖ τοῖς θεοῖς †, ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγμα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ πέμπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ μηδὲν ἀπολιπεῖν προθυμίας καὶ ἐπιμελείας. θαυμαστοί, ἔφη, ἄνθρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνῄσκειν.