Ἐπικτήτου. διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιος ἀνὴρ γενόμενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλʼ εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗ τος δʼ, ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συμβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίας· εἰ δὲ φεύγοι, φυγῆς. καί ποτε μέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃς ἔφη οὐκοῦν, εἶπεν, ἐν Ἀρικίᾳ ἀριστήσομεν.