ἐπὶ παντὸς πρόχειρα ἑκτέον ταῦτα· ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος· ὡς ἕψομαί γʼ ἄοκνος· ἢν δέ γε μὴ θέλω, κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν καλῶς, σοφὸς παρʼ ἡμῖν, καὶ τὰ θεῖʼ ἐπίσταται.ἀλλʼ, ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γενέσθω.ἐμὲ δὲ Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ.