— ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν· καὶ τί σοι ὄφελος;ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; — ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν.— ὡς λίθον. — ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. — ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή.ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν· δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα.ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν.τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς· εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ. οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται.ἀλλʼ ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον· ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ. ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ· ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθʼ ἡμέραν ἔδει γυμνάζεσθαι· προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα.ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι ἀπροαίρετον, οὐ κακόν. ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλειπεν. τί σοι δοκεῖ; ἀπροαίρετον, οὐ κακόν. Καῖσαρ αὐτὸν κατέκρινεν.ἀπροαίρετον, οὐ κακόν. ἐλυπήθη ἐπὶ τούτοις. προαιρετικόν, κακόν. γενναίως ὑπέμεινεν. προαιρετικόν, ἀγαθόν.κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν· οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται.ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδεέν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δʼ ὅτι κακῶς πέπραχενἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ἀλλʼ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ. διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, οὐ δύναμαι, ἔφη, φέρειν· ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι, δείξας ἐμέ.εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, διʼ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος,εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἢ ἀποτεύξῃ, θεώρημα πρὸς τοῦτο οὐκ ἔχω· εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι, εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι δόγμα.τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, διʼ ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; — ἀνάγκη γάρ ἐστιν. — τίς σοι λέγει τοῦτο;τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον.ἆρʼ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον.ἀλλὰ δεῖξόν μοι, ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν;τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν.ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δʼ ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου;ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δʼ ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα;τί οὖν σοι θέλεις εἴπω; — βοήθησόν μοι εἰς τὸ πρᾶγμα. — οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα· οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλʼ ὡς πρὸς λαχανοπώλην, ἀλλʼ ὡς πρὸς σκυτέα.— πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; — πρὸς τοῦτο, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; — οὔ· ἀλλὰ τὸ μέγιστον. — τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.