τί γὰρ ποιήσεις, ἂν περὶ μονομάχων λαλῇς, ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ ἀνθρώπων· ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός· τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶς· ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ, ἂν κακοηθίζηται;ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ κιθαριστικὸς τὴν λύραν λαβών, ὥστʼ εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστʼ ἐν πάσῃ συμπεριφορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας;πόθεν ὑμῖν; ἀλλʼ ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν· διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται. οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν.πανταχοῦ γὰρ ἰσχυρὸν τὸ δόγμα, ἀνίκητον τὸ δόγμα.μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν· εἰ δὲ μή, καθʼ ἡμέραν ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε.μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε.διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας εἴδʼ ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος.οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες.καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη· πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς.οὔ· ἀλλʼ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον· εἶτʼ ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί.καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτʼ ἐπιστροφὴ ἐφʼ αὑτὸν καὶ παρατήρησις πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ;εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ, ὅτι κατὰ λόγον γέγονεν.ναί, ἀλλʼ ὁ ἄδικος πλέον ἔχει. ἐν τίνι; ἐν ἀργυρίῳ· πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν;ἀλλʼ ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις· ἀλλʼ ὅπου κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα.κἀγώ ποτʼ εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; — μὴ γένοιτο, φησίν, ἐκείνη ἡ ἡμέρα. —τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθʼ οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τούτων, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; ὡμολόγει. τί οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον;μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν ᾧ κρείττων ἐστίν, καὶ οὐδέποτʼ ἀγανακτήσετε.ἀλλʼ ἡ γυνή μοι κακῶς χρῆται. καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε ἡ γυνή μοι κακῶς χρῆται. ἄλλο οὖν οὐδέν;οὐδέν. ὁ πατήρ μοι οὐδὲν δίδωσιν. ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι;διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐροήσομεν.ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται.μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης; — οὐδαμῶς. — ἀλλʼ ὅτι ἀπέθανέν τις· τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει· τί οὖν πρὸς σέ;ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται· ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλʼ ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον· ἐσώθης, οὐκ ἐπὶ σέ.οὐκοῦν ἀλλʼ ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δʼ οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; — οὔ. — τί οὖν ἔτι σοι μέλει;ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολέςθαι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται.πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον.τί οὖν; ὁ κριτὴς ἀκίνδυνός ἐστιν; οὔ· ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ;σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι· τοῦτο φυλάσσου μόνον· κριθῆναι δʼ ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν.ἀπειλεῖ σοι ὁ δεῖνα. ἐμοί; οὔ. ψέγει σε. αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. μέλλει σε κατακρινεῖν ἀδίκως. ἄθλιος.