— ναί. — ἀλλὰ λέγει τις ὅτι ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπʼ ἀδύνατον ἀπαχθῆναι. πρὸς τοῦτον οὐ συγκαθήσει ὁ φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν;καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος;ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν;ἀλλʼ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷός τʼ ἐστὶ τὸ ἑξῆς;τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου.τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθʼ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον;— ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵνʼ αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. οὐχ οἷον μέν, φημί, εἰ τὸ Καπιτώλιον κατέκαυσα, ὁ δʼ ἀνδράποδον, ἔφη, ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν.ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἁπλῶς βλέπειν τὸ καθʼ αὑτὸν καὶ οὐ καθʼ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα;καθʼ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν.οἷον φέρε τὸν τρόπον τοῦτον· εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον· οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας· οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον.καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει ἢ τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι ὁ περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον.τί ποτʼ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον;ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδʼ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν.τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθʼ, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτʼ ἄν, ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ ἡ τυχοῦσα.μεγάλη γάρ ἐστι δύναμις ἡ ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστʼ εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι.ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπʼ αὐτῇ.ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλʼ ἐκεῖνα αὐτῷ προσθεῖναι;οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδʼ ἀνεχόμενος, ἄν τις ἅπτηται τι αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; — Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλʼ ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν;τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα;εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος;οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δʼ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν;αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο· οὐδὲ γὰρ τὴν ὁρατικήν.ὅμως δʼ, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις φαντασιῶν.εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων, τί ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις ἢ τὸ τοῦ Σωκράτους, μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι Ἀθηναῖος ἢ Κορίνθιος, ἀλλʼ ὅτι κόσμιος;διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν, οὐχὶ δʼ ἐξ ἐκείνης μόνον τῆς γωνίας, εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμάτιον;ἢ δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν, ἀλλὰ καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προγόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυτὸν Ἀθηναῖον καὶ Κορίνθιον;ὁ τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς, ὅτι τὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ, ἀπʼ ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐδʼ εἰς τὸν πάππον, ἀλλʼ εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενά τε καὶ φυόμενα, προηγουμένως δʼ εἰς τὰ λογικά,