— οὐδʼ ὁτιοῦν.— τί δʼ, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, φῶς δὲ μὴ πεποιήκει; — οὐδʼ οὕτως τι ὄφελος. — τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δʼ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸ κολεὸν καὶ τὸ κολεὸν πρὸς τὴν μάχαιραν;οὐδείς; καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δʼ εἰκῇ κατεσκευασμένον.ἆρʼ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δʼ ὁρατὰ καὶ ὅραςεις καὶ φῶς οὐκ ἐμφαίνει;τὸ δʼ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην;ἀλλὰ ταῦτα μέν· ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθʼ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπʼ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ διʼ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπʼ ἄλλων ἐπʼ ἄλλα τινὰ οὕτω πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ ἀπολιπεῖν τὸν τεχνίτην;ἢ ἐξηγησάσθωσαν ἡμῖν τί τὸ ποιοῦν ἐστιν ἕκαστον τούτων ἢ πῶς οἷόν τε τὰ οὕτω θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι.τί οὖν; ἐφʼ ἡμῶν μόνων γίνεται ταῦτα; πολλὰ μὲν ἐπὶ μόνων, ὧν ἐξαιρέτως χρείαν εἶχεν τὸ λογικὸν ζῷον, πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα.ἆρʼ οὖν καὶ παρακολουθεῖ τοῖς γινομένοις ἐκεῖνα; οὐδαμῶς. ἄλλο γάρ ἐστι χρῆσις καὶ ἄλλο παρακολούθησις. ἐκείνων χρείαν εἶχεν ὁ θεὸς χρωμένων ταῖς φαντασίαις, ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει.διὰ τοῦτο ἐκείνοις μὲν ἀρκεῖ τὸ ἐσθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύεσθαι καὶ ὀχεύειν καὶ τἆλλʼ ὅσα ἐπιτελεῖ τῶν αὑτῶν ἕκαστον, ἡμῖν δʼ, οἷς καὶ τὴν παρακολουθητικὴν δύναμιν ἔδωκεν,οὐκέτι ταῦτʼ ἀπαρκεῖ, ἀλλʼ ἂν μὴ κατὰ τρόπον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκάστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα τοῦ ἑαυτῶν.ὧν γὰρ αἱ κατασκευαὶ διάφοροι, τούτων καὶ τὰ ἔργα καὶ τὰ τέλη.οὗ τοίνυν ἡ κατασκευὴ μόνον χρηστική, τούτῳ χρῆσθαι ὁπωσοῦν ἀπαρκεῖ· οὗ δὲ καὶ παρακολουθητικὴ τῇ χρήσει, τούτῳ τὸ κατὰ τρόπον ἂν μὴ προσῇ οὐδέποτε τεύξεται τοῦ τέλους.τί οὖν; ἐκείνων ἕκαστον κατασκευάζει τὸ μὲν ὥστʼ ἐσθίεσθαι, τὸ δʼ ὥστε ὑπηρετεῖν εἰς γεωργίαν, τὸ δʼ ὥστε τυρὸν φέρειν, τὸ δʼ ἄλλο ἐπʼ ἄλλῃ χρείᾳ παραπλησίῳ, πρὸς ἃ τίς χρεία τοῦ παρακολουθεῖν ταῖς φαντασίαις καὶ ταύτας διακρίνειν δύνασθαι;τὸν δʼ ἄνθρωπον θεατὴν εἰσήγαγεν αὐτοῦ τε καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ οὐ μόνον θεατήν, ἀλλὰ καὶ ἐξηγητὴν αὐτῶν.διὰ τοῦτο αἰσχρόν ἐστι τῷ ἀνθρώπῳ ἄρχεσθαι καὶ καταλήγειν ὅπου καὶ τὰ ἄλογα, ἀλλὰ μᾶλλον ἔνθεν μὲν ἄρχεσθαι, καταλήγειν δὲ ἐφʼ ὃ κατέληξεν ἐφʼ ἡμῶν καὶ ἡ φύσις.κατέληξεν δʼ ἐπὶ θεωρίαν καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν τῇ φύσει.ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε.ἀλλʼ εἰς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵνʼ εἴδητε τὸ ἔργον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν οἴεται τὸ ἀνιστόρητος τούτων ἀποθανεῖν·ὅπου δʼ οὐδʼ ἀποδημῆσαι χρεία ἐστίν, ἀλλʼ ἐστὲ ἤδη καὶ πάρεστε τοῖς ἔργοις, ταῦτα δὲ θεάσασθαι καὶ κατανοῆσαι οὐκ ἐπιθυμήσετε;οὐκ αἰσθήσεσθε τοίνυν, οὔτε τίνες ἐστὲ οὔτʼ ἐπὶ τί γεγόνατε οὔτε ἐπὶ τί τοῦτό ἐστιν, ἐφʼ οὗ τὴν θέαν παρείληφθε;— ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ βίῳ. — ἐν Ὀλυμπίᾳ δʼ οὐ γίνεται; οὐ καυματίζεσθε; οὐ στενοχωρεῖσθε; οὐ κακῶς λούεσθε; οὐ καταβρέχεσθε, ὅταν βρέχῃ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἄλλων χαλεπῶν οὐκ ἀπολαύετε;ἀλλʼ οἶμαι ὅτι ταῦτα πάντα ἀντιτιθέντες πρὸς τὸ ἀξιόλογον τῆς θέας φέρετε καὶ ἀνέχεσθε.ἄγε δυνάμεις δʼ οὐκ εἰλήφατε, καθʼ ἃς οἴσετε πᾶν τὸ συμβαῖνον; μεγαλοψυχίαν οὐκ εἰλήφατε; ἀνδρείαν οὐκ εἰλήφατε;καρτερίαν οὐκ εἰλήφατε; καὶ τί ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀποβῆναι δυναμένων; τί μʼ ἐκστήσει ἢ ταράξει ἢ τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς ἃ εἴληφα αὐτήν, ἀλλʼ ἐπὶ τοῖς ἀποβαίνουσιν πενθήσω καὶ στενάξω;ναί· ἀλλʼ αἱ μύξαι μου ῥέουσιν. τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον; οὐχ ἵνα καὶ ἀπομύσσῃς σεαυτόν;— τοῦτο οὖν εὔλογον μύξας γίνεσθαι ἐν τῷ κόσμῳ;— καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἢ ἐγκαλεῖν; ἢ τί οἴει ὅτι ὁ Ἡρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφρος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκάθαιρεν;καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον· εἰ δʼ ἄρα καὶ ἐγένετο, τί ὄφελος αὐτοῦ;τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν;τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν;