μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα.ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ φέρε νῦν, ὦ Ζεῦ, ἣν θέλεις περίστασιν· ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόνοὔ· ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι καὶ πενθοῦντες καὶ στένοντες· εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε.τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ ἢ καὶ ἀσέβεια;καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθʼ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπʼ αὐτοῦ, ἀλλʼ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφʼ ἡμῖν ἐποίησεν οὐδʼ αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών, ὥστε κωλῦσαι ἢ ἐμποδίσαι.ταῦτα ἔχοντες ἐλεύθερα καὶ ὑμέτερα μὴ χρῆσθε αὐτοῖς μηδʼ αἰσθάνεσθε τίνα εἰλήφατε καὶ παρὰ τίνος,ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμένοι μηδʼ ἐπιγινώσκοντες τὸν εὐεργέτην, οἱ δʼ ὑπʼ ἀγεννείας εἰς μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι.καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις, πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δʼ ἐμοὶ δείκνυε.ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα.ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροοι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν.οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδʼ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι,μἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν.ἆρʼ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; — ἀρκεῖ, φησίν. — οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δʼ ἀδοκίμους ἀποδοκιμάζεις;— οὐκ ἀρκεῖ. — τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν;οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, ἀλλʼ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου;— ἀνάγκη. — ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου.ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ.μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τʼ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδʼ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων;οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.ἀλλὰ δὴ ἔστιν ἐφʼ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν· ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει.τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι τὸ ψεῦδος;καὶ πῶς οἷόν τʼ; ἀλλὰ λέγειν ὅτι οὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα; καὶ μὴν οὐδὲ τοῦτο δίδοται. ἀλλʼ ὅτι οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων; ἀλλʼ οὐδὲ τοῦτο δίδοται.τί οὖν ἐπὶ τούτων ποιητέον; ἢ μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δʼ ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν.καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαιοὐδὲ γὰρ ἡμῖν ἔτι οὐδὲ καθʼ ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν.δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθʼ ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει ἢ τῇ ἀποκρίσει ἢ τῷ συλλελογίσθαι ἤ τινι ἄλλῳ τοιούτῳ λαμβάνοντα τὰς μεταπτώσεις ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα;ἵνʼ ἐν τῷ τόπῳ τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδʼ εἰκῇ μηδὲ συγκεχυμένως ἀναστρεφώμεθα.καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτʼ αἰτῆσαί τινα ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ.πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον ἢ οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶσαν, τίνα;περὶ τίνος ἡ σκέψις; περὶ καθήκοντος. παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ ἔστιν ὅτε ἀποστατέον, τὰ δʼ ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον;