εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδʼ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δʼ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει·ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν;— ἀλλὰ ἔντειλαί μοι. — τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυστα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά;τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν· τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας.τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρʼ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος;ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλʼ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δʼ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε ἃ ἐμελέτησας.μέχρις οὖ ν τίνος ταῦτα τηρεῖν καλῶς ἔχεις καὶ τὴν παιδιὰν μὴ λύειν;μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς· ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ. ὑπακούω, ἵνα μὴ παρʼ ἐμὲ λύηται ἡ παιδιά.ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ. οὐχ ὑπολαμβάνω· καὶ τίς μʼ ἀναγκάσει ὑπολαμβάνειν;πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα. πορεύομαι.ἔρχου. ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετικῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ἔστω νύξ. ἔστω. τί οὖν; ἡμέρα ἐστίν; οὔ· ἔλαβον γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι.ἔστω σε ὑπολαμβάνειν ὅτι νύξ ἐστιν. ἔστω. ἀλλὰ καὶ ὑπόλαβε ὅτι νύξ ἐστιν. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει.οὕτως καὶ ἐνταῦθα. ἔστω σε εἶναι δυστυχῆ. ἔστω. ἆρʼ οὖν ἀτυχὴς εἶ; ναί. τί οὖν; κακοδαιμονεῖς; ναί. ἀλλὰ καὶ ὑπόλαβε ὅτι ἐν κακοῖς εἶ. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει· καὶ ἄλλος με κωλύει.μέχρι πόσου οὖν ὑπακουστέον τοῖς τοιούτοις; μέχρις ἂν οὗ λυσιτελῇ, τοῦτο δʼ ἔστιν μέχρις ἂν οὗ σῴζω τὸ πρέπον καὶ κατάλληλον.λοιπὸν οἱ μέν εἰσι κακαύστηροι καὶ κακοστόμαχοι καὶ λέγουσιν ἐγὼ οὐ δύναμαι παρὰ τούτῳ δειπνεῖν, ἵνʼ αὐτοῦ ἀνέχομαι καθʼ ἡμέραν διηγουμένου, πῶς ἐν Μυσίᾳ ἐπολέμησεν· διηγησάμην σοι, ἀδελφέ, πῶς ἐπὶ τὸν λόφον ἀνέβην· πάλιν ἄρχομαι πολιορκεῖσθαι.ἄλλος λέγει ἐγὼ δειπνῆσαι θέλω μᾶλλον καὶ ἀκούειν αὐτοῦ ὅσα θέλει ἀδολεσχοῦντος.καὶ σὺ σύγκρινε ταύτας τὰς ἀξίας· μόνον μηδὲν βαρούμενος ποίει, μὴ θλιβόμενος μηδʼ ὑπολαμβάνων ἐν κακοῖς εἶναι· τοῦτο γὰρ οὐδείς σε ἀναγκάζει.καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ· ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν, ὅτι ἡ θύρα ἤνοικται.ἀλλὰ μὴ οἴκει ἐν Νικοπόλει. οὐκ οἰκῶ. μηδʼ ἐν Ἀθήναις. οὐδʼ ἐν Ἀθήναις. μηδʼ ἐν Ῥώμῃ. οὐδʼ ἐν Ῥώμῃ. ἐν Γυάροις οἴκει. οἰκῶ. ἀλλὰ πολύς μοι καπνὸς φαίνεται τὸ ἐν Γυάροις οἰκεῖν.ἀποχωρῶ, ὅπου μʼ οὐδεὶς κωλύσει οἰκεῖν· ἐκείνη γὰρ ἡ οἴκησις παντὶ ἤνοικται.καὶ τὸ τελευταῖον χιτωνάριον, τοῦτʼ ἔστι τὸ σωμάτιον, τούτου ἀνωτέρω οὐδενὶ οὐδὲν εἰς ἐμὲ ἔξεστιν.διὰ τοῦτο ὁ Δημήτριος εἶπεν τῷ Νέρωνι ἀπειλεῖς μοι θάνατον, σοὶ δʼ ἡ φύσις.ἂν δὲ τὸ σωμάτιον θαυμάσω, δοῦλον ἐμαυτὸν παραδέδωκα· ἂν τὸ κτησείδιον, δοῦλον.εὐθὺς γὰρ ἐμαὐτὸς κατʼ ἐμαυτοῦ δηλῶ, τίνι ἁλωτός εἰμι. ὡς ὁ ὄφις ἐὰν συσπᾷ τὴν κεφαλήν, λέγω ἐκεῖνο αὐτοῦ τύπτε ὃ φυλάσσει. καὶ σὺ γίγνωσκε, ὅτι ὃ ἂν φυλάσσειν ἐθέλῃς, κατʼ ἐκεῖνο ἐπιβήσεταί σοι ὁ κύριος.τούτων μεμνημένος τίνα ἔτι κολακεύσεις ἢ φοβήσῃ;ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί.— ὁρᾷς ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις;— πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; — ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς. τί πράγματα ἔχεις; ἢ μικρὸν ἔκδεξαι καὶ ἀχθείσης τῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ ἡλιάζου.καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτʼ ἔστιν τὰ δόγματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ.ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει· καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δʼ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου ὁ λοιδορῶν ἐπιβάθραν, τότε ἀνύει τι.περίσχισον αὐτόν. τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περίσχισον.ὕβριν σοι πεποίηκα. καλῶς σοι γένοιτο. ταῦτα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα.παράδοξα λέγουσιν οἱ φιλόσοφοι. ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παραδοξότερόν ἐστιν ἢ κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν κατεγέλα τοῦ λέγοντος;