Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ᾿ ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων. δεύτερον δὲ τὰ νοήματα ὁμοιώματα καὶ ἐκτυπώματα τῶν ὑποκειμένων ὄντα (ὅθεν ἅπασι καὶ τὰ νοήματα τὰ αὐτά ἐστι διὰ τὸ τὴν αὐτὴν ἀπὸ τῶν ὑποκειμένων ἅπασιν ἐγγίνεσθαι τύπωσιν. οὐκέτι δὲ καὶ τὰ ὀνόματα διὰ τὰς διαλέκτους τὰς διαφόρους)· τρίτον δὲ τὰ ὑποκείμενα πράγματα, ἀφ᾿ ὧν ἡμῖν τὰ νοήματα ἐντυποῦνται. τὰ μὲν οὖν ὀνόματα τῇ γραμματικῇ εἰς τὰ καθολικὰ στοιχεῖα κδ᾿ ἀνάγεται· ὡρισμένα γὰρ χρὴ εἶναι τὰ στοιχεῖα· τῶν γὰρ καθ᾿ ἕκαστα ἀπείρων ὄντων μὴ εἶναι ἐπιστήμην, ἴδιον δὲ ἐπιστήμης καθολικοῖς ἐπερείδεσθαι θεωρήμασι καὶ ὡρισμένοις. ὅθεν τὰ καθ᾿ ἕκαστα εἰς τὰ καθόλου ἀνάγεται. ἡ δὲ τῶν φιλοσόφων πραγματεία περὶ τε τὰ νοήματα καὶ τὰ ὑποκείμενα καταγίνεται. ἐπεὶ δὲ τούτων τὰ καθ᾿ ἕκαστα ἄπειρα, στοιχεῖά τινα καὶ τούτων εὑρέθη. ὑφ᾿ ἃ πᾶν τὸ ζητούμενον ὑπάγεται. καὶ εἰ μὲν φαίνοιτο ὑφ᾿ ἕν τι ὑποδεδυκὸς τῶν στοιχείων ἢ καὶ πλείω, ἀποφανούμεθα αὐτὸ εἶναι, εἰ δὲ πάντα διαφύγοι, μηδαμῇ εἶναι. τῶν λεγομένων τὰ μὲν μετὰ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος τρέχει«, τὰ δὲ> ἄνευ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος« καὶ ὡς τὸ »τρέχει« καὶ ὅσα λόγον οὐκ ἀποτελεῖ οὐδὲ τἀληθὲς ἢ τὸ ψεῦδος ἔχει. τῶν δὲ μὴ μετὰ συμπλοκῆς λεγομένων τὰ μὲν οὐσίαν σημαίνει, τὰ δὲ ποιόν, τὰ δὲ ποσόν, τὰ δὲ πρός τι, τὰ δὲ ποῦ, τὰ δὲ ποτέ, τὰ δὲ κεῖσθαι, τὰ δὲ ἔχειν, τὰ δὲ ποιεῖν, τὰ δὲ πάσχειν, ἃ δὴ καὶ στοιχεῖα τῶν ὄντων φαμὲν τῶν ἐν ὕλῃ καὶ μετὰ τὰς ἀρχάς. ἔστι γὰρ λόγῳ θεωρητὰ ταῦτα, τὰ δὲ ἄυλα νῷ μόνῳ ληπτά ἐστι κατὰ τὴν πρώτην ἐπιβολήν.Τῶν δὲ ὑπὸ τὰς δέκα κατηγορίας ὑποτασσομένων τὰ μὲν καθ᾿ αὑτὰ λέγεται, ὡς αἱ ἐννέα κατηγορίαι, τὰ δὲ πρός τι. καὶ πάλιν τῶν ὑπὸ ταύτας τὰς δέκα κατηγορίας τὰ μέν ἐστι συνώνυμα, ὡς βοῦς καὶ ἄνθρωπος, καθὸ ζῷον· ἔστι γὰρ συνώνυμα ὧν τό τε ὄνομα ἀμφοῖν κοινόν, τὸ ζῷον, καὶ ὁ λόγος ὁ αὐτός, τουτέστιν ὁ ὅρος, [τουτέστιν] οὐσία ἔμψυχος· ἑτερώνυμα δὲ ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν διαφόροις ἐστὶν ὀνόμασιν, οἷον ἀνάβασις καὶ κατάβασις· ὁδὸς γὰρ ἡ αὐτή, ἤτοι εἰς τὸ ἄνω ἢ εἰς τὸ κάτω· τὸ δ᾿ ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα. ἕτερα δὴ λεκτέον, οὐχ ἑτερώνυμα. πολυώνυμα δὲ τὰ τὸν μὲν λόγον τὸν αὐτὸν ἔχοντα, ὄνομα δὲ διάφορον ὡς ἄορ, ξίφος, φάσγανον. παρώνυμα δ᾿ ἐστὶ τὰ παρά τι ἕτερον ὠνομασμένα, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. τὰ δὲ ὁμώνυμα τῷ αὐτῷ ὀνόματι χρώμενα, λόγον δὲ οὐ τὸν αὐτὸν ἔχοντα, οἷον ἄνθρωπος τό τε ζῷον καὶ γεγραμμένος. τῶν δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης ὁμωνυμεῖ, ὡς Αἴας ὁ Λοκρὸς καὶ ὁ Σαλαμίνιος, τὰ δὲ ἀπὸ διανοίας, καὶ τούτων τὰ μὲν καθ᾿ ὁμοιότητα, ὡς ἄνθρωπος τό τε ζῷον καὶ ὁ γεγραμμένος, τὰ δὲ κατὰ ἀναλογίαν, ὡς »πόδες Ἴδης« καὶ οἱ ἡμέτεροι πόδες διὰ τὸ κατωτέρω εἶναι, τὰ δὲ κατ᾿ ἐνέργειαν, ὡς ποὺς πλοίου, δι᾿ οὗ τὸ πλοῖον πλεῖ, καὶ ποὺς ὁ ἡμέτερος, δι᾿ οὗ κινούμεθα. λέγεται ὁμώνυμα ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό, ὡς [ἀπὸ] τοῦ ἰατροῦ τὸ βιβλίον καὶ τὸ σμιλίον ἰατρικὰ ἀπό τε τοῦ χρωμένου ἰατροῦ καὶ πρὸς τὸν αὐτὸν λόγον τὸν ἰατρικόν.Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι, καθάπερ τὸ κάλλος τοῖς ἀκολάστοις τοῦ ἔρωτος· ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ μόνον, οὐ μὴν κατηναγκασμένως. συνεκτικὰ δὲ ἅπερ συνωνύμως καὶ αὐτοτελῆ καλεῖται, ἐπειδήπερ αὐτάρκως δι᾿ αὑτῶν ποιητικά ἐστι τοῦ ἀποτελέσματος. ἑξῆς δὲ πάντα τὰ αἴτια ἐπὶ τοῦ μανθάνοντος δεικτέον. ὁ μὲν πατὴρ αἴτιόν ἐστι προκαταρκτικὸν τῆς μαθήσεως, ὁ διδάσκαλος δὲ συνεκτικόν. ἡ δὲ τοῦ μανθάνοντος φύσις συνεργὸν αἴτιον, ὁ δὲ χρόνος τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. Αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς, ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει καὶ τὸ ἤδη ἐνεργοῦν καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.Οἳ μὲν οὖν σωμάτων, οἳ δ᾿ ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια· οἳ δὲ τὸ μὲν σῶμα κυρίως αἴτιόν φασι, τὸ δὲ ἀσώματον καταχρηστικῶς καὶ οἷον αἰτιωδῶς· ἄλλοι δ᾿ ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα, οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν. Τὸ ›τινῶν ἐστιν αἴτιον‹ λέγεται τριχῶς, τὸ μὲν ὅ ἐστιν αἴτιον. οἷον ὁ ἀνδριαντοποιός, τὸ δὲ οὗ ἐστιν αἴτιον, οἷον τοῦ γίνεσθαι τὸν ἀνδριάντα, τὸ δὲ ᾧ ἐστιν αἴτιον, ὥσπερ τῇ ὕλῃ· τῷ χαλκῷ γὰρ αἴτιός ἐστι τοῦ γίνεσθαι τὸν ἀνδριάντα. τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτιον, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν. Εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) αἴτια τὰ αἴτια· ἤ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἴτια λεχθήσεται, οἷον τοῦ ›τέμνεται‹, οὗ πτῶσις τὸ τέμνεσθαι, τὰ δ᾿ ἀξιωμάτων, ὡς τοῦ ›ναῦς γίνεται‹, οὗ πάλιν [ἡ] πτῶσίς ἐστι τὸ ναῦν γίνεσθαι· Ἀριστοτέλης δὲ προσηγοριῶν, οἷον τῶν τοιούτων, οἰκίας, νεώς, καύσεως, τομῆς. ἡ πτῶσις δὲ ἀσώματος εἶναι ὁμολογεῖται· διὸ καὶ τὸ σόφισμα ἐκεῖνο οὕτως λύεται· ›ὃ λέγεις, διέρχεταί σου διὰ τοῦ στόματος‹, ὅπερ ἀληθές, ›οἰκίαν δὲ λέγεις, οἰκία ἄρα διὰ τοῦ στόματός σου διέρχεται‹, ὅπερ ψεῦδος· οὐδὲ γὰρ τὴν οἰκίαν λέγομεν σῶμα οὖσαν, ἀλλὰ τὴν πτῶσιν ἀσώματον οὖσαν, ἧς οἰκία τυγχάνει.