Ὅθεν ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ, τὴν ἁπλότητα τοῦ ὀνόματος ἀναζητοῦσα, τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος ἐπισυντιθεὶς καὶ κατασκευάζων καὶ τὴν γνῶσιν τοῦ ὄντος παριστάς. οὔτ᾿ αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους εἶναί φαμεν· τούτων γὰρ τῶν διανοιῶν καὶ αἱ διαιρέσεις γίνονται. τῶν δὲ διαιρέσεων ἣ μέν τις εἰς εἴδη διαιρεῖ τὸ διαιρούμενον ὡς γένος. ἣ δέ τις εἰς μέρη ὡς ὅλον, ἣ δὲ εἰς τὰ συμβεβηκότα. ἡ μὲν οὖν τοῦ ὅλου εἰς τὰ μέρη διαίρεσις ὡς ἐπὶ τὸ πλεῖστον κατὰ μέγεθος ἐπινοεῖται. ἡ δὲ εἰς τὰ συμβεβηκότα οὐδέποτε ὅλη δύναται διαληφθῆναι, εἴ γε καὶ οὐσίαν ἑκάστῳ δεῖ πάντως τῶν ὄντων ὑπάρχειν. ὅθεν ἀδόκιμοι ἄμφω αὗται αἱ διαιρέσεις, μόνη δὲ εὐδοκιμεῖ ἡ τοῦ γένους εἰς εἴδη τομή, ὑφ᾿ ἧς χαρακτηρίζεται ἥ τε ταὐτότης ἡ κατὰ γένος ἥ τε ἑτερότης ἡ κατὰ τὰς ἰδικὰς διαφοράς. τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος. τοῦτο καὶ εἶδος γενήσεται. ἡ γὰρ χεὶρ μέρος μέν ἐστι τοῦ ἀνθρώπου. εἶδος δὲ οὐκ ἔστιν. καὶ τὸ μὲν γένος ἐν τοῖς εἴδεσιν ἐνυπάρχει, τὸ γὰρ ζῷον καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ βοΐ. τὸ δὲ ὅλον ἐν τοῖς μέρεσιν οὐκ ἐνυπάρχει, οὐ γὰρ ὁ ἄνθρωπος ἐν τοῖς ποσὶν ὑπάρχει. διὸ κυριώτερον τὸ εἶδος τοῦ μέρους. καὶ ὅσα τοῦ γένους κατηγορεῖται. ταῦτα πάντα καὶ τοῦ εἴδους κατηγορηθήσεται.Ἄριστον μὲν οὖν εἰς δύο διαιρεῖν εἴδη τὸ γένος, εἰ δὲ μή, εἰς τρία. τὰ τοίνυν εἴδη γενικώτερον μὲν διαιρούμενα χαρακτηρίζεται τῷ τε ταὐτῷ καὶ θατέρῳ, ἔπειτα δὲ διὰ τῶν γενικῶς σημαινομένων διαιρούμενα χαρακτηρίζεται. ἕκαστον γὰρ τῶν εἰδῶν ἤτοι οὐσία ἐστὶν (ὥσπερ ὅταν λέγωμεν· τῶν ὄντων τὰ μὲν σώματά ἐστι. τὰ δὲ ἀσώματα) ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ πότε ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει, ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ ὁρίσασθαι ὁτιοῦν. τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη. ἐκ δὲ τῆς τοῦ ὅρου ἀγνοίας καὶ τὰς πολλὰς ἀμφισβητήσεις γίνεσθαι καὶ τὰς ἀπάτας συμβαίνει. εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν. ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.Προσλαμβάνεται δὲ ὅροις καὶ ἡ διαφορά, σημείου τάξιν ἐπέχουσα τῷ ὅρῳ. τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν. σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται. αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν. καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν. ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν τῶν ἀναγκαιοτάτων εἰδῶν. γίνεται δὲ τοῦτο διὰ συντομίαν. φαμὲν οὖν, ἄνθρωπός ἐστι τὸ ζῷον λογικόν γελαστικόν. τό τε ἐξαιρέτως συμβεβηκὸς τῷ ὁριζομένῳ προσπαραληπτέον, ἢ τὴν ἰδίαν ἀρετὴν αὐτοῦ ἢ τὸ ἴδιον ἔργον αὐτοῦ καὶ τοιούτων τινῶν ἄλλων. ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης. ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας ἤτοι τῆς ἀλλήλων πρὸς ἀλλήλους ἢ τῆς ἑαυτῶν πρὸς ἑαυτούς, δεύτερον δὲ ἡ ἐν τοῖς οὖσι διαφωνία, ἣ καὶ εἰκότως ἐμποιητικὴ καθέστηκε τῆς ἐποχῆς. μήτε γὰρ πάσαις ταῖς φαντασίαις πιστεύειν δυνηθέντες διὰ τὴν μάχην μήτε πάσαις ἀπιστεῖν διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις μήτε τισὶ μὲν πιστεύειν, τισὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατήχθημεν εἰς ἐποχήν. τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως καὶ φυγῆς, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοθένειαν μετοκλαζούσης τεκμήρια. πλήρεις δ᾿ αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων ἐν τοῖς δόγμασι καὶ πεπεικότων ἑαυτοὺς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν γινώσκειν.