Κοινὴ δ᾿ ἐπὶ πᾶσι τοῖς εὑρίσκεσθαι λεγομένοις τέτακται ἡ ἀπόδειξις, ἥτις ἐστὶ λόγος ἐξ ἑτέρων ἕτερόν τι πιστούμενος. ἐξ ὦν δὲ χρὴ πιστοῦσθαι τὸ ζητούμενον, ὁμολογεῖσθαί τε καὶ γινώσκεσθαι δεῖ τῷ μανθάνοντι. ἀρχὴ δὲ τούτων ἁπάντων ἐστὶ τὸ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργές. ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων [ἁπάντων] σύγκειται, ἡ δ᾿ ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδ᾿ ἐκ πρώτων περαίνεται προτάσεων. τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δ᾿ ἦν διαφορὰ προβλημάτων ἐφ᾿ οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον. Πρὸς τοὺς Πυρρωνείους. Εἰ φησιν ἡ ἐποχὴ βέβαιον εἶναι μηδέν, δῆλον ὅτι ἀφ᾿ ἑαυτῆς ἀρξαμένη πρῶτον ἀκυρώσει ἑαυτήν. ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ ἐνίσταται μηδὲν εἶναι ἀληθὲς λέγουσα, καὶ δῆλον ὅτι οὐδ᾿ αὐτὴ πρότερον ἀληθεύσει. ἤτοι γὰρ αὐτὴ ἀληθεύει ἢ οὐκ ἀληθεύει. ἀλλ᾿ εἰ μὲν ἀληθεύει, δίδωσιν ἄκουσά τι εἶναι ἀληθές, εἰ δὲ μὴ ἀληθεύει, ἀληθῆ ἀπολείπει ἅπερ ἀνελεῖν ἐβούλετο. ἐν ᾧ γὰρ ψευδὴς δείκνυται ἡ ἀναιροῦσα ἐποχή. ἐν τούτῳ τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ λέγων ψευδεῖς εἶναι πάντας τοὺς ὀνείρους. ἑαυτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται κυρωτική. καὶ ὅλως εἰ ἔστιν ἀληθής, ἀφ᾿ ἑαυτῆς ποιήσεται τὴν ἀρχήν, οὐκ ἄλλου τινὸς οὖσα ἐποχή, ἀλλ᾿ ἑαυτῆς πρῶτον. Ἔπειτα εἰ καταλαμβάνει τις ὅτι ἄνθρωπός ἐστιν ἢ ὅτι ἐπέχει. δῆλός ἐστι μὴ ἐπέχων. πῶς δ᾿ ἂν καὶ τὴν ἀρχὴν εἰς τὴν ἀμφισβήτησιν ἀφίκετο περὶ πάντων ἐπέχων; πῶς δ᾿ ἂν καὶ ἀπεκρίνετο πρὸς τὸ ἐρωτηθέν; περὶ γὰρ αὐτοῦ τούτου δῆλός ἐστιν οὐκ ἐπέχων. ναὶ μὴν καὶ ἀποφαίνεται ὅτι ἐπέχει, δι᾿ ὃ καὶ εἰ δεῖ πειθόμενον αὐτοῖς περὶ πάντων ἐπέχειν. περὶ αὐτῆς πρότερον τῆς ἐποχῆς ἐφέξομεν. εἴτε πειστέον αὐτῇ εἴτε καὶ μή.Ἔτι εἰ τοῦτο αὐτό ἐστι τὸ ἀληθὲς τὸ μὴ εἰδέναι τὸ ἀληθές τὸ μὴ εἰδέναι τὸ ἀληθές, οὐδὲ τὴν ἀρχὴν ἀληθές τι παρ᾿ ἐκείνου δίδοται. εἰ δὲ καὶ τοῦτο ἀμφισβητήσιμον ἐρεῖ τὸ ἀγνοεῖν τἀληθές, ἐν αὐτῷ τούτῳ δίδωσιν εἶναι τὸ ἀληθὲς γνώριμον, ἐν ᾧ τὴν περὶ αὐτοῦ ἐποχὴν φαίνεται μὴ βεβαιῶν. Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δόγμασι πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα. καὶ τὸ μὲν δόγμα ἐστὶ κατάληψίς τις λογική. κατάληψις δὲ ἕξις καὶ συγκατάθεσις τῆς διανοίας. Οὐ μόνον οἱ ἐφεκτικοί. ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν. Αἱ τῶν ζητήσεων ἔφοδοι καὶ ἀρχαὶ περὶ ταῦτα καὶ ἐν τούτοις εἰσίν.Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κατὰ τὰς σημασίας. ἔπειτα ζητητέον εἰ τῶν πρὸς ἕτερα θεωρουμένων ἐστὶν τὸ προκείμενον ἢ καθ᾿ αὑτὸ λαμβάνεται. ἐπὶ τούτοις. εἰ ἔστι, τί ἐστι, τί αὐτῷ συμβέβηκεν, ἢ καὶ οὕτως. εἰ ἔστι. τί ἐστι. διότι ἐστίν. πρὸς δὲ τὴν τούτων θεωρίαν ἡ τῶν καθ᾿ ἕκαστα γνῶσις καὶ ἡ τῶν καθόλου συνυποβάλλει καὶ τὰ πρότερα καὶ αἱ ἐπὶ τὰς διαφορὰς [αἱ] διαιρέσεις αὐτῶν. ἡ μὲν οὖν ἐπαγωγὴ φέρει τὸ καθόλου καὶ τὸν ὁρισμόν, αἱ δὲ διαιρέσεις τὰ εἴδη καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἄτομον, ἡ δὲ θεωρία τοῦ ποσαχῶς τὴν λῆψιν τοῦ οἰκείου, αἱ δὲ διαπορήσεις τὰς κατ᾿ αὐτὰς διαφορὰς καὶ τὰς ἀποδείξεις καὶ ἄλλως τὴν θεωρίαν συναύξουσι τά τε παρεπόμενα αὐτῇ. ἐκ πάντων δὲ ἐπιστήμη τε παρίσταται καὶ ἀλήθεια. πάλιν τὸ κεφαλαιωθὲν ἐκ τῆς διαιρέσεως ὅρος γίνεται· λαμβάνεται γὰρ καὶ πρότερος τῆς διαιρέσεως καὶ ὕστερος ὁ διορισμός· πρότερος μὲν ὅταν συγχωρηθῇ ἢ προτεθῇ. ὕστερος δὲ ὅταν ἀποδειχθῇ. καὶ κατὰ τὴν αἴσθησιν δὲ ἐκ τοῦ καθ᾿ ἕκαστα κεφαλαιοῦται τὸ καθόλου. ἀρχὴ γὰρ τῆς ἐπαγωγῆς ἡ αἴσθησις. πέρας δὲ τὸ καθόλου. ἡ μὲν οὖν ἐπαγωγὴ οὐ τὸ τί ἐστι δείκνυσιν. ἀλλ᾿ ὅτι ἐστὶν ἢ οὐκ ἔστιν. ἡ διαίρεσις δὲ ὅ τι ἐστὶ παρίστησιν. ὅ τε διορισμὸς ὁμοίως τῇ διαιρέσει τὴν οὐσίαν καὶ τὸ τί ἐστι διδάσκει, οὐχὶ δὲ τὸ εἰ ἔστιν, ἥ τε ἀπόδειξις τὰ τρία, τό τε εἰ ἔστιν καὶ τὸ τί ἐστιν καὶ τὸ διὰ τί ἐστιν, σαφηνίζει. εἰσὶ δὲ ἔνιον καὶ τῆς αἰτίας ἐμπεριεκτικοὶ ὅροι.Ἐπεὶ δὲ ἐπίστασθαι ἔστιν ὅταν ἴδωμεν τὴν αἰτίαν, αἰτίαι δὲ τέσσαρες, ἡ ὕλη, τὸ κινοῦν, τὸ εἶδος, τὸ τέλος, τετραχῶς ἔσται ὁ διορισμός. ληπτέον οὖν πρῶτον τὸ γένος, ἐν ᾧ ἐστι τῶν ἐπάνω τὰ ἐγγύτατα, μετὰ τοῦτο τὴν προσεχῆ διαφοράν. ἡ δὲ συνέχεια τῶν διαφορῶν τεμνομένη καὶ ἀποδιαιρουμένη τὸ τί ἦν εἶναι ἐκπληροῖ. οὐκ ἀνάγκη δὲ πάσας λέγειν ἑκάστου τὰς διαφοράς, ἀλλὰ τὰς εἰδοποιούσας. ἡ γεωμετρικὴ ἀνάλυσις καὶ σύνθεσις τῇ διαλεκτικῇ διαιρέσει καὶ ὁρισμῷ ἔοικεν, καὶ ἀπὸ μὲν τῆς διαιρέσεως ἐπὶ τὰ ἁπλούστερα καὶ ἀρχικώτερα ἀνατρέχομεν. τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν. τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ [μὴ] ζητούμενον καὶ μηκέτι τομὴν ἐπιδεχόμενον παραγινόμεθα. τὸ γὰρ ζῷον εἰς τὸ θνητὸν καὶ ἀθάνατον διελόντες, εἶτα μέντοι τὸ θνητὸν εἰς τὸ χερσαῖον καὶ ἔνυδρον, καὶ πάλιν τὸ χερσαῖον εἰς τὸ πτηνὸν καὶ πεζόν. καὶ οὕτως τὸ προσεχὲς τῷ ζητουμένῳ εἶδος, ὃ καὶ περιλαμβάνει τὸ ζητούμενον, διαιροῦντες ἀφιξόμεθα τέμνοντες ἐπὶ τὸ ἁπλούστατον εἶδος. ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει. πάλιν γὰρ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον διαιρούμεθα. κἄπειτα τὰ προσεχῆ τῶν ἐκ τῆς διαιρέσεως λαμβανομένων εἰδῶν τῷ ἀνθρώπῳ ἐκλεγόμενοι καὶ ἐπισυνθέντες εἰς ἕνα λόγον τὸν ὅρον τοῦ ἀνθρώπου ἀποδίδομεν, ὅς ἐστι ζῷον θνητόν, χερσαῖον, πεζόν. λογικόν.