Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, εἰ οὕτως ἔτυχεν. οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά. καὶ τὸ μὲν περαίνειν ἐξ ὁμολογουμένων συλλογίζεσθαί ἐστιν, τὸ δέ γε ἐξ ἀληθῶν τι περαίνειν ἀποδεικνύειν ἐστίν, ὥστ᾿ εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον ἐπιφέρεσθαι. εἰ δ᾿ ἤτοι μὴ ὑπάρχοι τὸ πρότερον ἢ μὴ ἕποιτο αὐτῷ τὸ δεύτερον, οὐκ ἀπέδειξεν μέν, συνελογίσατο δέ. τὸ μὲν γὰρ οἰκεῖον ἐπενεγκεῖν συμπέρασμα τοῖς λήμμασιν συλλογίσασθαι μόνον ἐστίν, τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι. περαίνειν δ᾿ ἐστίν, ὡς καὶ ἐκ τοῦ ὀνόματος δῆλον, τὸ ἄγειν ἐπὶ τὸ πέρας. ἔστι δὲ δήπου πέρας ἐν ἑκάστῳ λόγῳ τὸ ζητούμενον, ὃ δὴ καὶ συμπέρασμα καλεῖται. οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλ᾿ ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος. Ἤτοι δὲ πάντα ἀποδείξεως δεῖται ἢ καί τινα ἐξ αὑτῶν ἐστι πιστά.ἀλλ᾿ εἰ μὲν τὸ πρότερον, ἑκάστης ἀποδείξεως ἀπόδειξιν αἰτοῦντες εἰς ἄπειρον ἐκβησόμεθα καὶ οὕτως ἀνατραπήσεται ἡ ἀπόδειξις· εἰ δὲ τὸ δεύτερον. ταῦτα αὐτὰ τὰ ἐξ αὑτῶν πιστὰ τῶν ἀποδείξεων ἀρχαὶ γενήσονται. αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς. ὥστ᾿ εἴπερ ἐστὶν ἀπόδειξις, ἀνάγκη πᾶσα πρότερον εἶναί τι πιστὸν ἐξ ἑαυτοῦ. ὃ δὴ πρῶτον καὶ ἀναπόδεικτον λέγεται. ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις ἀνάγεται. εἶεν δ᾿ ἂν καὶ ἄλλαι τῶν ἀποδείξεων ἀρχαὶ μετὰ τὴν ἐκ πίστεως πηγήν. τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα. τὰ μὲν γὰρ πρὸς αἴσθησιν συμβάντα ἐστὶν ἁπλᾶ τε καὶ ἄλυτα. τὰ δὲ πρὸς νόησιν ἁπλᾶ τε καὶ λογικὰ πρῶτα. τὰ δὲ ἐξ αὐτῶν γεννώμενα σύνθετα μέν, οὐδὲν δ᾿ ἧττον ἐναργῆ καὶ πιστὰ καὶ λογικώτερα τῶν πρώτων. ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει. ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον εἶναι φήσομεν οὐσίαν ἀποδείξεως. εἴρηται δὲ ὡς καὶ τὸ τῆς πίστεως καὶ τὸ τῆς ἀποδείξεως γένος διττόν, τὸ μὲν πειθὼ μόνον ταῖς ψυχαῖς τῶν ἀκουόντων. τὸ δὲ ἐπιστήμην ἀπεργαζόμενον. εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις. κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δ᾿ ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε. τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπόδειξιν, εἰ δ᾿ οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.Διαφέρει δ᾿ ἀναλύσεως ἀπόδειξις· ἕκαστον μὲν γὰρ τῶν ἀποδεικνυμένων διά τινων ἀποδεικνυμένων ἀποδείκνυται, προαποδεδειγμένων κἀκείνων ὑφ᾿ ἑτέρων, ἄχρις ἂν εἰς τὰ ἐξ ἑαυτῶν πιστὰ ἀναδράμωμεν ἢ εἰς τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ, ὅπερ ἀνάλυσις ὀνομάζεται· ἀπόδειξις δέ ἐστιν. ὅταν ἀπὸ τῶν πρώτων τις εἰς τὸ ζητούμενον ἀφικνῆται διὰ πάντων τῶν ἐν μέσῳ. χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας [ὡς] τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματα τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα. ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν, εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν. δύο γὰρ ταῦτα ἐν ἅπασι χρῆναί φημι τὸν ἀποδεικτικὸν φυλάττειν, τὰ μὲν λήμματα ἀληθῆ λαμβάνειν, ἀκόλουθον δ᾿ αὐτοῖς ἐπιφέρειν τὸ συμπέρασμα, ὅπερ τινὲς καὶ ἐπιφορὰν καλοῦσιν. τὸ ἐπιφερόμενον τοῖς λήμμασιν. Περὶ παντὸς τοῦ ζητουμένου καθ᾿ ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ τὸ προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον. τόν τε λόγον τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει· τῶν δὲ λημμάτων μὴ οἰκείων τῷ προβλήματι λαμβανομένων οὐκ ἐνδέχεται καλῶς * * οὐδὲν αὐτῷ ἐξευρεῖν ἀγνοουμένης ὅλου τοῦ προβλήματος. ὃ καὶ ζήτημα καλεῖται, τῆς φύσεως. ἐν πᾶσιν οὖν τοῖς ζητουμένοις ἔστι τι προγινωσκόμενον (ὃ πάντως ἐξ ἑαυτοῦ πιστὸν ὂν ἀναποδείκτως πιστεύεται). ὃ χρὴ ποιεῖσθαι τῆς ζητήσεως αὐτῶν ὁρμητήριον καὶ τῶν εὑρῆσθαι δοκούντων κριτήριον.Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ δυνατὸν τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων [δὲ] τῶν ἔργων αὐτῆς. οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ δυνάμεων ἢ ἁπλῶς εἰπεῖν [ἓν] τῶν ὑπαρχόντων τοῖς οὖσιν· ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ ζητεῖσθαι τὴν οὐσίαν· ἐν πολλοῖς δέ, τῆς νοήσεως αὐτῆς τῆς ἡμετέρας ὑποτιθεμένης ἑαυτῇ ταῦτα πάντα, τὴν ζήτησιν εἶναι. τίνι τῶν οὐσιῶν ἂν οὕτω μὲν ὑπάρχῃ· ἀμφοτέρων γάρ, τῆς τε οὐσίας τῆς τε ἐνεργείας, τὰς ἐπινοίας ἐν τῇ διανοίᾳ λαβόντες οὕτως ἐπὶ τὴν ζήτησιν ἐρχόμεθα. ἔστιν δὲ ὧν καὶ τὰς ἐνεργείας εἰδότες ἅμα ταῖς οὐσίαις ἀγνοοῦμεν τὰ παθήματα. Ἔστιν οὖν ἡ μέθοδος τῆς εὑρέσεως τοιαύτη· ἀρκτέον γὰρ ἐξ αὐτοῦ τοῦ γνωρίζειν τὰ προβλήματα. πολλάκις γοῦν ἐξαπατᾷ τὸ τῆς λέξεως σχῆμα καὶ συγχεῖ καὶ ταράττει τὴν διάνοιαν, ὥστε μὴ ῥᾳδίως εὑρίσκειν ἐκ ποίας ἐστὶ διαφορᾶς, οἷον εἰ [μὴ] ζῷον τὸ κυούμενον· ἔχοντες γὰρ καὶ ζῴου τι νόημα καὶ κυουμένου ζητοῦμεν εἰ τῷ κυουμένῳ ζῴῳ εἶναι ὑπάρχει, τοῦτο δ᾿ ἐστίν, εἰ τῇ κυουμένῃ οὐσίᾳ τό τε κινεῖσθαι δύνασθαι καὶ ἔτι τὸ αἰσθάνεσθαι ὑπάρχει. ὥστε ἐνεργειῶν ἐστι καὶ παθῶν ἡ ζήτησις ἐπὶ προγινωσκομένης οὐσίας.