ἀλλ᾿ οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο, ἦ πού γ᾿ ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀντεχόμενοι φιλοσοφίας, οἷς ἄντικρυς ἡ γραφὴ εὑρέσεως χάριν ἐπὶ τὸ διερευνᾶσθαι τὸ ζητεῖν παρεγγυᾷ· οἱ μὲν γ]ρ νεώτεροι τῶν παρ᾿ Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα »ζητεῖτε« εἶπεν »καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν«. κρούει μὲν οὖν κατὰ τὴν ζήτησιν ὁ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν λόγος τὴν θύραν τῆς ἀληθείας κατὰ τὸ φαινόμενον, διοιχθέντος δὲ τοῦ ἐμποδὼν κατὰ τὴν ἔρευναν ἐπιστημονικὴ ἐγγίνεται θεωρία.τοῖς οὕτως, οἶμαι, κρούουσιν ἀνοίγνυται τὸ ζητούμενον καὶ τοῖς οὕτως αἰτοῦσιν τὰς πεύσεις κατὰ τὰς γραφὰς ἐφ᾿ ὃ βαίνουσιν ἐκ τοῦ θεοῦ γίνεται, ἡ δόσις τῆς θεοδωρήτου γνώσεως καταληπτικῶς διὰ τῆς λογικῆς ὄντως ἐκλαμπούσης ζητήσεως. οὐ γὰρ εὑρεῖν μὲν οἷόν τε. μὴ ζητῆσαι δέ· οὐδὲ ζητῆσαι μέν, οὐχὶ δὲ ἐρευνήσασθαι· οὐδὲ διερευνήσασθαι μέν, οὐχὶ δὲ διαπτύξαι καὶ ἀναπετάσαι δι᾿ ἐρωτήσεως εἰς σαφήνειαν ἄγοντα τὸ ζητούμενον, οὐδ᾿ αὖ διὰ πάσης ἐξετάσεως χωρήσαντα μὴ οὐχὶ λοιπὸν τὸ ἔπαθλον λαβεῖν, τὴν ἐπιστήμην τοῦ ζητουμένου. ἀλλ᾿ ἔστι μὲν εὑρεῖν τὸν ζητήσαντα, ζητήσει δέ, εἰ οἰηθείη πρότερον μὴ εἰδέναι. πόθῳ δὴ ἐντεῦθεν ἀγόμενος πρὸς τὴν εὕρεσιν τοῦ καλοῦ εὐγνωμόνως ζητεῖ, ἀφιλονίκως, ἀφιλοδόξως ἐρωτῶν μὲν καὶ ἀποκρινόμενος, πρὸς δὲ καὶ αὐτὰ ἐπισκεπτόμενος τὰ λεγόμενα. ἐχομένους γὰρ καθήκει οὐ μόνον τῶν γραφῶν τῶν θείων, ἀλλὰ καὶ τῶν ἐννοιῶν τῶν κοινῶν τὰς ζητήσεις ποιεῖσθαι εἴς τι πέρας ὠφέλιμον τῆς εὑρέσεως καταληγούσης. ἐκδέχεται γὰρ ἄλλος τόπος τε καὶ ὄχλος τοὺς ταραχώδεις τῶν ἀνθρώπων καὶ τὰς ἀγοραίους εὑρησιλογίας, τὸν δὲ τῆς ἀληθείας ἐραστήν τε ἅμα καὶ γνώριμον εἰρηνικὸν εἶναι κἀν ταῖς ζητήσεσι προσῆκεν, δι᾿ ἀποδείξεως ἐπιστημονικῆς ἀφιλαύτως καὶ φιλαλήθως εἰς γνῶσιν προσιόντα καταληπτικήν.Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη [ἂν] διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους; ἆρ᾿ οὖν τοιοῦτόν ἐστι τὸ ὄνομα τῆς ἀποδείξεως, οἷόν περ τὸ βλίτυρι, φωνὴ μόνον οὐδὲν σημαίνουσα; καὶ πῶς οὔθ᾿ ὁ φιλόσοφος οὔθ᾿ ὁ ῥήτωρ. ἀλλ᾿ οὐδὲ ὁ δικαστὴς ὡς ἄσημον ὄνομα προφέρεται τὴν ἀπόδειξιν, οὔτε τις τῶν δικαζομένων ἀγνοεῖ τὸ σημαινόμενον, ὅτι οὐχ ὑπάρχει; αὐτίκα ὡς ὑποστατὸν πορίζονται τὴν ἀπόδειξιν οἱ φιλόσοφοι, ἄλλος ἄλλως. περὶ παντὸς τοίνυν τοῦ ζητουμένου εἴ τις ὀρθῶς διαλαμβάνοι, οὐκ ἂν ἐφ᾿ ἑτέραν ἀρχὴν ὁμολογουμένην μᾶλλον ἀναγάγοι τὸν λόγον ἢ τὸ πᾶσι τοῖς ὁμοεθνέσι τε καὶ ὁμοφώνοις ἐκ τῆς προσηγορίας ὁμολογούμενον σημαίνεσθαι. εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη, εἰ ὑπάρχει τὸ σημαινόμενον τοῦτο περὶ οὗ ὁ λόγος εἴτε καὶ μή· ἐφεξῆς δέ, εἴπερ ὑπάρχειν δειχθείη, ζητητέον τούτου τὴν φύσιν ἀκριβῶς, ὁποία τίς ἐστιν καὶ μή ποτε ὑπερβαίνει τὴν δοθεῖσαν τάξιν.Ἐπεὶ δ᾿ οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ᾿ ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν. εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ᾿ εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ μὴ ὁμολογουμένου πίστις ἀναφέροιτο. ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας ποιητέον. πᾶν οὖν τὸ προβληθὲν ὄνομα μεταλαμβάνειν χρὴ εἰς λόγον ὁμολογούμενόν τε καὶ σαφῆ τοῖς κοινωνοῦσι τῆς σκέψεως, ἀρχὴν μὲν τῆς διδασκαλίας ἐσόμενον. ἐξηγησόμενον δὲ τὴν τῶν ζητουμένων εὕρεσιν. φέρε οὖν προβεβλήσθω ὁ ἥλιος τοὔνομα. φασὶν οὖν οἱ Στωϊκοὶ τοῦτ᾿ εἶναι »ἄναμμα νοερὸν ἐκ θαλαττίων ὑδάτων«. ἆρ᾿ οὐκ ἀσαφέστερος ὁ λόγος αὐτοῦ τοῦ ὀνόματος. ἄλλης ἀποδείξεως δεόμενος εἰ ἀληθής ἐστιν; ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομάζεσθαι »τὸ λαμπρότατον τῶν κατ᾿ οὐρανὸν ἰόντων«· πιστότερος γάρ. οἶμαι, καὶ σαφέστερος καὶ πᾶσιν ὁμοίως ὁμολογούμενος ὁ λόγος οὗτος.Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν ἂν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις. ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, ἄλλη δὲ μόνον ἐλπιστική. κυριώτατα μὲν οὖν ἀπόδειξις λέγεται ἡ τὴν ἐπιστημονικὴν πίστιν ἐντιθεῖσα ταῖς τῶν μανθανόντων ψυχαῖς, δοξαστικὴ δὲ ἡ ἑτέρα, ὡς καὶ ἄνθρωπος ὁ μὲν ὄντως ἄνθρωπος ὁ τὰς κοινὰς φρένας κεκτημένος. ὃ δὲ ἄγριος καὶ θηριώδης. οὕτω τοι καὶ ὁ κωμικὸς ἔλεγεν· ὡς χαρίεν ἐστὶ[ν] ἄνθρωπος, [ἔστ᾿] ἂν ἄνθρωπος ᾖ. καὶ ἐπὶ βοὸς καὶ ἵππου καὶ κυνὸς ὁ αὐτὸς λόγος παρὰ τὴν ἀρετὴν τοῦ ζῴου ἢ κακίαν. εἰς γὰρ τὴν τοῦ γένους τελειότητα βλέποντες ἐπὶ τὰ κυριώτατα τῶν σημαινομένων ἐρχόμεθα. αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.