Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δι᾿ εὐλαβείας δι᾿ εὐλογιστίας ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται. ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν πρὸς τὴν παραμονὴν τῆς ἀρετῆς δυνάμενα. μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ. διὸ καὶ ταύτῃ σῴζεται τὸ ἀναπόβλητον τῆς ἀρετῆς. ὁ δὲ ἐγνωκὼς τὸν θεὸν ὅσιος καὶ εὐσεβής. μόνος ἄρα ὁ γνωστικὸς εὐσεβὴς ἡμῖν εἶναι δέδεικται. οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν. οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι᾿ ὧν ἔγνω φθάσας οἷά ἐστιν. τῇ γνώσει οὖν πεπεισμένος [καὶ] ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεὲς πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου· ἀμείωτος δ᾿ οὖν ἡ ἐνέργεια δι᾿ αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις. Τούτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρᾳ τιμήσας ἐπισκοπῇ.ἢ γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρῆσιν καὶ ὠφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέλοιτο ἂν τούτους τὰ δι᾿ ἀρετήν, δι᾿ οὓς τὰ γεγονότα. δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον. τοῖς δὲ ἀξίοις γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος· ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῷ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι καὶ πράσσειν ἐπιστημόνως ἕκαστον. ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσίν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ᾿ ἡμῖν ἃ προστάττουσιν αἱ ἐντολαί, καὶ ἡ ἐπαγγελία τελειοῦται. καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι· ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι᾿ ἀναβάς, εἰς τοῦ Πισαίου Διὸς τὸ ἄγαλμα ἀποβλέψας, »εἰ πάντα«, εἶπεν »ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί«. Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ᾿ ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν. ταῦτ᾿ οὖν ἀπαιτεῖται παρ᾿ ἡμῶν. τὰ ἐφ᾿ ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή.Διὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον. εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον. ἀλλὰ καὶ τὰς εὐχὰς ἁπάσας ἐπιεικῶς ἅμα καὶ μετ᾿ ἐπιεικῶν ποιεῖσθαι πρέπον ἐστίν· σφαλερὸν γὰρ τοῖς ἑτέρων ἁμαρτήμασι συνεπιγράφεσθαι. περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καὶ συμπράττειν καθήκει. ἅπας δὲ ὁ βίος αὐτοῦ πανήγυρις ἁγία. αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἶνοι καὶ αἱ πρὸ τῆς ἑστιάσεως ἐντεύξεις τῶν γραφῶν, ψαλμοὶ δὲ καὶ ὕμνοι παρὰ τὴν ἑστίασιν πρό τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαὶ πάλιν. διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ »θείῳ χορῷ«, ἐκ τῆς συνεχοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ᾿ ; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων καὶ χρημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρῆται, παρὰ τοῦ κυρίου καὶ ἃ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ. οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς εὔξεται· ὃ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμιλίᾳ καὶ ἡσυχίᾳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὔχεται· κἂν ἐν αὐτῷ »τῷ ταμιείῳ« τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ »ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα«, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος πάρεστιν. τριῶν δ᾿ ὄντων πάσης πράξεως τελῶν διὰ μὲν τὸ καλὸν καὶ τὸ συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ μετὰ προσπαραλήψεως θείας. ὁ δὲ ἅπαξ πιστὸς πῶς ἂν ἑαυτὸν ἄπιστον παράσχοι, ὡς καὶ ὅρκου δεῖσθαι, οὐχὶ δὲ ἐμπέδως καὶ καθωρισμένως ὅρκον εἶναι τούτῳ τὸν βίον; ζῇ τε καὶ πολιτεύεται καὶ τὸ πιστὸν τῆς ὁμολογίας ἐν ἀμεταπτώτῳ καὶ ἑδραίῳ δείκνυσι βίῳ τε καὶ λόγῳ. εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου, οὔτε ψεύσεται οὔτε ἐπιορκήσει ὡς ἀδικῶν τὸ θεῖον, τοῦτο φύσει ἀβλαβές ὑπάρχειν εἰδώς· ἀλλ᾿ οὐδὲ διὰ τὸν πλησίον ψεύσεται ἢ παραβήσεταί τι, ὅν γε ἀγαπᾶν μεμάθηκεν, κἂν μὴ συνήθης τυγχάνῃ· δι᾿ ἑαυτὸν δὲ ἄρ᾿ ἔτι μᾶλλον οὔτε ψεύσεται οὔτε ἐπιορκήσει, εἴ γε ἑκὼν οὐκ ἄν ποτε ἄδικος εἰς ἑαυτὸν εὑρεθείη. ἀλλ᾿ οὐδὲ ὀμεῖται, ἐπὶ μὲν τῆς συγκαταθέσεως μόνον τὸ »ναί«, ἐπὶ δὲ τῆς ἀρνήσεως τὸ »οὔ« προελόμενος τάσσειν ἐπίρρημα. ὀμνύναι γάρ ἐστι τὸ ὅρκον ἢ * ὡς ἂν ὅρκον ἀπὸ διανοίας προσφέρεσθαι παραστατικῶς.