διὸ καὶ τούτοις μάλιστα προσήκει εὔχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἳ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα. ἐσχάτη δὲ ἀμαθία παρὰ τῶν μὴ θεῶν ὡς θεῶν αἰτεῖσθαι ἢ τὰ μὴ συμφέροντα αἰτεῖσθαι, φαντασίᾳ ἀγαθῶν κακὰ αἰτουμένους σφίσιν. ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ᾿ αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ ἄγγελοι. ἀλλ᾿ οὐχ ὁμοίως. οὐ γάρ ἐστι ταὐτὸν αἰτεῖσθαι παραμεῖναι τὴν δόσιν ἢ τὴν ἀρχὴν σπουδάζειν λαβεῖν. καὶ ἡ ἀποτροπὴ δὲ τῶν κακῶν εἶδος εὐχῆς. ἀλλ᾿ οὐκ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ τῇ τοιᾷδε συγχρηστέον εὐχῇ ποτε, πλὴν εἰ μὴ τὴν ἐπιστροφὴν τῆς δικαιοσύνης τεχναζόμενος τοῖς [δ᾿] »ἀπηλγηκόσιν« ὁ γνωστικὸς οἰκονομοίη τὴν αἴτησιν. ἔστιν οὖν. ὡς εἰπεῖν τολμηρότερον, ὁμιλία πρὸς τὸν θεὸν ἡ εὐχή· κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν· πᾶσαν γὰρ τὴν ἐνδιάθετον ὁμιλίαν ὁ θεὸς ἀδιαλείπτως ἐπαΐει.Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι »τὴν ψυχὴν ἐπτερωμένην« τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ »τὰ ἅγια« χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ. ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ. εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ᾿ οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι᾿ εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν ἀπειληφὼς τοῦ κατὰ ἀγάπην δρωμένου. ἀλλὰ καὶ τὰς τῶν ὡρῶν διανομὰς τριχῇ διεσταμένας καὶ ταῖς ἴσαις εὐχαῖς τετιμημένας ἴσασιν οἱ γνωρίζοντες τὴν μακαρίαν τῶν ἁγίων τριάδα μονῶν.Ἐνταῦθα γενόμενος ὑπεμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εὔχεσθαι πρός τινων ἑτεροδόξων, τουτέστιν τῶν ἀμφὶ τὴν Προδίκου αἵρεσιν, παρεισαγομένων δογμάτων. ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων· ἀντιρρήσεως δ᾿ ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι. ὥσπερ γὰρ πᾶν ὃ βούλεται, δύναται ὁ θεός, οὕτως »πᾶν ὃ ἂν [ὁ] αἰτήσῃ«, ὁ γνωστικὸς »λαμβάνει«. καθόλου γὰρ ὁ θεὸς οἶδεν τούς τε ἀξίους τῶν ἀγαθῶν καὶ μή· ὅθεν τὰ προσήκοντα ἑκάστοις δίδωσιν. διὸ πολλάκις μὲν αἰτήσασιν ἀναξίοις οὐκ ἂν δοίη, δοίη δὲ ἀξίοις δηλονότι ὑπάρχουσιν. οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά. αὐτίκα ἥ τε εὐχαριστία ἥ τε τῶν πέλας εἰς ἐπιστροφὴν αἴτησις ἔργον ἐστὶ τοῦ γνωστικοῦ. ᾗ καὶ ὁ κύριος ηὔχετο, εὐχαριστῶν μὲν ἐφ᾿ οἷς ἐτελείωσεν τὴν διακονίαν, εὐχόμενος δὲ ὡς πλείστους ὅσους ἐν ἐπιγνώσει γενέσθαι, ἵν᾿ ἐν τοῖς σῳζομένοις διὰ τῆς σωτηρίας κατ᾿ ἐπίγνωσιν ὁ θεὸς δοξάζηται καὶ ὁ μόνος ἀγαθὸς καὶ ὁ μόνος σωτὴρ δι᾿ υἱοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐπιγινώσκηται. καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης γνωστικῶς.ἀλλ᾿ εἰ ἀφορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχή, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν. ἀμέλει συμπλακεῖσα τῇ μακαρίᾳ προνοίᾳ ἡ τοῦ γνωστικοῦ ὁσιότης κατὰ τὴν ἑκούσιον ὁμολογίαν τελείαν τὴν εὐεργεσίαν ἐπιδείκνυσι τοῦ θεοῦ. οἱονεὶ γὰρ ἀντεπιστροφή τίς ἐστι τῆς προνοίας ἡ τοῦ γνωστικοῦ ὁσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ. κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος· οὐ γάρ ἐστιν ἄψυχος, ἀλλὰ παντὸς μᾶλλον ἑκουσίως καὶ προαιρετικῶς σπεύσει πρὸς σωτηρίαν. διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὑτοῦ ὁρμητικὸς πρὸς ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἱρετῶν καὶ τῶν φευκτῶν. οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν ἐπιστρέφοντας. οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα. οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα. ἡ πρόνοια, κατ᾿ ἔλεον δὲ τῆς ἡμετέρας ἀσθενείας αἱ προσεχεῖς τῆς προνοίας ἐνεργοῦνται οἰκονομίαι. καθάπερ καὶ ἡ τῶν ποιμένων εἰς τὰ πρόβατα καὶ ἡ τοῦ βασιλέως πρὸς τοὺς ἀρχομένους, καὶ ἡμῶν αὐτῶν πειθηνίως πρὸς τοὺς ἡγουμένους ἐχόντων τοὺς τεταγμένως διέποντας καθ᾿ ἣν ἐνεχειρίσθησαν τάξιν ἐκ θεοῦ. θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἐλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοῦς γνώμης τε καὶ γνώσεως.