ὅσον δὲ ἐπισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν. ἀπόχρη καὶ τάδε εἰς ἔνδειξιν τοῦ ἀθέους παραστῆσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας. ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ καὶ χείρους τῶν ἀνθρώπων ὑφ᾿ ἡμῶν βλαπτόμενοι δείκνυνται, ἢ εἰ μὴ τοῦτο, πῶς ἐφ᾿ οἷς οὐ βλάπτονται. καθάπερ ὀξύχολον γραΐδιον εἰς ὀργὴν ἐρεθιζόμενον, ἐκπικραίνονται, ᾗ φασι τὴν Ἄρτεμιν δι᾿ Οἰνέα Αἰτωλοῖς ὀργισθῆναι. πῶς γὰρ οὐκ ἐλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας ὁ Οἰνεύς, ἀλλ᾿ ἤτοι λαθόμενος ἢ ὡς τεθυκὼς ἠμέλησεν; εὖ δὲ καὶ ἡ Αὔγη δικαιολογουμένη πρὸς τὴν Ἀθηνᾶν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῷ λέγει· σκῦλα μὲν βροτοφθόρα χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια, καὶ οὐ μιαρά σοι ταῦτ᾿ ἔστιν· εἰ δ᾿ ἐγὼ τεκον, δεινὸν τόδ᾿ ἡγῇ· καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια· ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος. Τοιοῦτόν τινα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων καινὰς πρίασθαι. Χαρίεν τὸ τοῦ Ἀντιφῶντος· οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην, »χαῖρε«, εἶπεν, »ἐπὶ τῷ σημείῳ, ὅτι οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.« »Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς«, φησὶν ὁ Βίων, »τὸν θύλακον διέτραγεν. οὐχ εὑρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ. ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει. τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.«Εὖ γοῦν καὶ Διογένης πρὸς τὸν θαυμάζοντα. ὅτι εὗρεν τὸν ὄφιν ἐν τῷ ὑπέρῳ περιειλημένον. »μὴ θαύμαζε« ἔφη· »ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω.« Δεῖ γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων τρέχειν καὶ θεῖν καὶ θεῖν καὶ μάχεσθαι καὶ τίκτειν καὶ ἀποθνῄσκειν, ἃ δή. ἐκείνοις ὄντα κατὰ φύσιν, οὐκ ἄν ποτε ἡμῖν γένοιτο παρὰ φύσιν· ὄρνιθες δέ τε πολλοὶ ὑπ᾿ αὐγὰς ἠελίοιο φοιτῶσιν. Ὁ κωμικὸς δὲ Φιλήμων καὶ τὰ τοιαῦτα κωμῳδεῖ· ὅταν ἴδω (φησί) παρατηροῦντα, τίς ἔπταρεν ἢ τίς ἐλάλησεν. ἤ, τίς ἐστιν ὁ προϊών. σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν. οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται. Εἶτα νήφοντες μὲν ὑγείαν αἰτοῦνται. ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτὰς νόσους ἐπισπῶνται.Πολλοὶ δὲ καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας. ἀστείως πάνυ ὁ Διογένης, ἐπὶ οἰκίᾳ μοχθηροῦ τινος εὑρὼν ἐπιγεγραμμένον· ὁ καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν, »καὶ πῶς« ἔφη »ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;« Οἱ αὐτοὶ δ᾿ οὗτοι πᾶν ξύλον καὶ πάντα λίθον, τὸ δὴ λεγόμενον. λιπαρὸν προσκυνοῦντες, ἔρια πυρρὰ καὶ ἁλῶν χόνδρους καὶ δᾷδας σκίλλαν τε καὶ θεῖον δεδίασι, πρὸς τῶν γοήτων καταγοητευθέντες κατά τινας ἀκαθάρτους καθαρμούς. θεὸς δέ, ὁ τῷ ὄντι θεός, ἅγιον μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγὲς τὸ ἄδικον καὶ μοχθηρόν. ὁρᾶν γοῦν ἔστι τὰ ὠὰ τὰ ἀπὸ τῶν περικαθαρθέντων, εἰ θαλφθείη, ζωογονούμενα. οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ ἀνελάμβανεν τὰ τοῦ περικαθαρθέντος κακά. Χαριέντως γοῦν καὶ ὁ κωμικὸς Δίφιλος κωμῳδεῖ τοὺς γόητας διὰ τῶνδε· Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρα αὐτῶν Προῖτον Ἀβαντιάδην καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν, θείῳ τε ἀσφάλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.Εὖ γὰρ καὶ ὁ Μένανδρος· εἰ μέν τι κακὸν ἀληθὲς εἶχες. Φειδία. ζητεῖν ἀληθὲς φάρμακον τούτου σ᾿ ἔδει. νῦν δ᾿ οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον πρὸς τὸ κενόν· οἰήθητι δὲ ὠφελεῖν τί σε. περιμαξάτωσάν σε αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν ὕδατι περίρραναι ἐμβαλὼν ἅλας, φακούς. πᾶς ἁγνός ἐστιν ὁ μηδὲν ἑαυτῷ κακὸν συνειδώς. Αὐτίκα ἡ τραγῳδία λέγει· Ὀρέστα. τίς σε ἀπόλλυσιν νόσος; Ἡ σύνεσις. ὅτι σύνοιδα δεινὰ εἰργασμένος. τῷ γὰρ ὄντι ἡ ἁγνεία οὐκ ἄλλη τίς ἐστιν πλὴν ἡ τῶν ἁμαρτημάτων ἀποχή. Καλῶς ἄρα καὶ Ἐπίχαρμός φησι· καθαρὸν ἂν τὸν νοῦν ἔχῃς, ἅπαν τὸ σῶμα καθαρὸς εἶ. Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμούς τινας προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἀξιοῦσιν, ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.