οὔτ᾿ οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον. πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ᾿ αὖ δόξῃ καὶ τιμῇ κηλεῖται [τὸ θεῖον] ἢ παράγεται τοιούτοις τισίν, ἀλλ᾿ ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει μειζόνων. ὅσοι δ᾿ οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις πρὸς τῆς ἀπαιδεύτου ἀδικίας. οὐ νομίζουσιν εἶναι θεόν. ἴσοι τούτοις κατὰ τὴν δόξαν οἵ. τῇ τῶν ἡδονῶν ἀκρασίᾳ καὶ ταῖς ἐξαισίοις λύπαις καὶ ταῖς ἀβουλήτοις τύχαις περιπίπτοντες καὶ πρὸς τὰς συμφορὰς ἀπαυδῶντες, οὔ φασιν εἶναι θεόν, ἢ ὄντα μὴ εἶναι πανεπίσκοπον. ἄλλοι δέ εἰσιν οἳ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς. συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς ἀκολασίαις. καὶ οὐδ᾿ ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταυτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος. ἔπειτα τῶν πλησίον. ἵν᾿ ὡς ἄριστοι γενώμεθα· καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος. καὶ ἄρχοντι ὁ ἀρχόμενος· ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ᾿ ἡμῖν· κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι᾿ ἀμαθίαν ἀνάγκας· ὧν ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος. τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν· κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν μοχθηρῶν. τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ. μάλιστα γὰρ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων. βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν σωτήρ. οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ. ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ᾿ εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι᾿ ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν τύπον γινόμενον ἡμῖν. περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.Ἄρχων οὖν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ, βεβαίαν κατάληψιν τῆς θείας ἐπιστήμης κεκτημένος, τῇ ἀληθείᾳ γνησίως πρόσεισιν. ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη. ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον. τί δέ. δι᾿ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·« τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μὲν συνημμένα, τίνα δὲ διεζευγμένα, καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν καὶ ἣν δύναμιν καὶ ἣν λειτουργίαν εἰσφέρεται ἕκαστον. ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης. ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς κρατεῖν καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς ἀντιτάσσεσθαι. οὐ γὰρ ὑπομένειν δεῖ τὰς κακίας καὶ τὰ κακά. ἀλλ᾿ ἀπωθεῖσθαι, καὶ τὰ φοβερὰ ὑπομένειν. χρήσιμος οὖν καὶ ἡ ἀλγηδὼν εὑρίσκεται κατά τε τὴν ἰατρικὴν καὶ παιδευτικὴν καὶ κολαστικήν, καὶ διὰ ταύτης ἤθη διορθοῦνται εἰς ὠφέλειαν ἀνθρώπων.εἴδη δὲ τῆς ἀνδρείας καρτερία, μεγαλοφροσύνη, μεγαλοψυχία, ἐλευθεριότης καὶ μεγαλοπρέπεια. [καὶ] δι᾿ ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικὸς οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις· σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων καλῶν ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει πάντα πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ. δικαιοσύνης γὰρ αὐτοῦ πρῶτον ἔργον τὸ μετὰ τῶν ὁμοφύλων φιλεῖν διάγειν καὶ συνεῖναι τούτοις ἔν τε γῇ καὶ οὐρανῷ.