ἐλπίσι δὲ ἀγαθαῖς τὸν πιστόν, καὶ παιδείᾳ τῇ ἐπανορθωτικῇ δι᾿ αἰσθητικῆς ἐνεργείας τὸν σκληροκάρδιον. ἐντεῦθεν ἡ πρόνοια ἰδίᾳ καὶ δημοσίᾳ καὶ πανταχοῦ. υἱὸν δὲ εἶναι τοῦ θεοῦ, καὶ τοῦτον εἶναι τὸν σωτῆρα καὶ κύριον ὃν ἡμεῖς φαμεν, ἄντικρυς αἱ θεῖαι παριστᾶσι προφητεῖαι. ταύτῃ ὁ πάντων κύριος Ἑλλήνων τε καὶ βαρβάρων τοὺς ἐθέλοντας πείθει· οὐ γὰρ βιάζεται τὸν ἐξ αὑτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ᾿ αὑτοῦ πρὸς τὸ λαβέσθαι τῆς ἐλπίδος δυνάμενον. οὗτός ἐστιν ὁ διδοὺς καὶ τοῖς Ἕλλησι τὴν φιλοσοφίαν διὰ τῶν ὑποδεεστέρων ἀγγέλων· εἰσὶ γὰρ συνδιανενεμημένοι προστάξει θείᾳ τε καὶ ἀρχαίᾳ ἄγγελοι κατὰ ἔθνη. ἀλλ᾿ ἡ »μερὶς κυρίου« ἡ δόξα τῶν πιστευόντων. ἤτοι γὰρ οὐ φροντίζει πάντων ἀνθρώπων ὁ κύριος (καὶ τοῦτο ἢ τῷ μὴ δύνασθαι πάθοι ἄν, ὅπερ οὐ θεμιτόν. ἀσθενείας γὰρ σημεῖον, ἢ τῷ μὴ βούλεσθαι δυνάμενος, οὐκ ἀγαθοῦ δὲ τὸ πάθος· οὔκουν ὑπὸ τρυφῆς ῥᾴθυμος ὁ δι᾿ ἡμᾶς τὴν παθητὴν ἀναλαβὼν σάρκα) ἢ κήδεται τῶν συμπάντων. ὅπερ καὶ καθήκει τῷ κυρίῳ πάντων γενομένῳ. σωτὴρ γάρ ἐστιν, οὐχὶ τῶν μέν, τῶν δ᾿ οὔ· πρὸς δὲ ὅσον ἐπιτηδειότητος ἕκαστος εἶχεν, τὴν ἑαυτοῦ διένειμεν εὐεργεσίαν, Ἕλλησί τε καὶ βαρβάροις καὶ τοῖς ἐκ τούτων προωρισμένοις μέν, κατὰ δὲ τὸν οἰκεῖον καιρὸν κεκλημένοις πιστοῖς τε καὶ ἐκλεκτοῖς.Οὔτ᾿ οὖν φθονοίη ποτ᾿ ἄν τισιν ὁ πάντας μὲν ἐπ᾿ ἴσης κεκληκώς, κώς, ἐξαιρέτους δὲ τοῖς ἐξαιρέτως πεπιστευκόσιν ἀπονείμας τιμάς. οὔθ᾿ ὑφ᾿ ἑτέρου κωλυθείη ποτ᾿ ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός. ἀλλ᾿ οὐδὲ ἅπτεται τοῦ κυρίου ἀπαθοῦς ἀνάρχως γενομένου φθόνος. οὐδὲ μὴν τὰ ἀνθρώπων οὕτως ἔχει ὡς φθονητὰ εἶναι πρὸς τοῦ κυρίου· ἄλλος δὲ ὁ φθονῶν, οὗ καὶ πάθος ἥψατο. καὶ μὴν οὐδ᾿ ὑπὸ ἀγνοίας ἔστιν εἰπεῖν μὴ βούλεσθαι σῴζειν τὴν ἀνθρωπότητα τὸν κύριον διὰ τὸ μὴ εἰδέναι ὅπως ἑκάστου ἐπιμελητέον. ἄγνοια γὰρ οὐχ ἅπτεται τοῦ υἱοῦ τοῦ πρὸ καταβολῆς κόσμου συμβούλου γενομένου τοῦ πατρός. αὕτη γὰρ ἦν ἡ σοφία »ᾗ προσέχαιρεν« ὁ παντοκράτωρ θεός· »δύναμις« γὰρ τοῦ »θεοῦ« ὁ υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ »σοφία« αὐτοῦ κυρίως ἂν καὶ διδάσκαλος λεχθείη τῶν δι᾿ αὐτοῦ πλασθέντων. οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ᾿ ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν. πῶς δ᾿ ἂν εἴη σωτὴρ καὶ κύριος, εἰ μὴ πάντων σωτὴρ καὶ κύριος; ἀλλὰ τῶν μὲν πεπιστευκότων σωτὴρ διὰ τὸ γνῶναι βεβουλῆσθαι, τῶν δὲ ἀπειθησάντων κύριος, ἔστ᾿ ἂν ἐξομολογήσασθαι δυνηθέντες οἰκείας καὶ καταλλήλου τῆς δι᾿ αὐτοῦ τύχωσιν εὐεργεσίας. πᾶσα δὲ ἡ τοῦ κυρίου ἐνέργεια ἐπὶ τὸν παντοκράτορα τὴν ἀναφορὰν ἔχει, καὶ ἔστιν ὡς εἰπεῖν πατρική τις ἐνέργεια ὁ υἱός.οὐκ ἂν οὖν ποτε ὁ σωτὴρ μισάνθρωπος, ὅς γε διὰ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν σαρκὸς ἀνθρωπίνης εὐπάθειαν οὐχ ὑπεριδών, ἀλλ᾿ ἐνδυσάμενος, ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων ἐλήλυθεν σωτηρίαν· κοινὴ γὰρ ἡ πίστις τῶν ἑλομένων. ἀλλ᾿ οὐδὲ τοῦ ἰδίου ποτ᾿ ἂν ἀμελοίη ἔργου τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ ἔννοιαν κατὰ τὴν δημιουργίαν ἐνεστάχθαι θεοῦ. οὐδ᾿ ἂν βελτίων τις ἄλλη καὶ ἁρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης. προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν. ἔστιν δὲ τὸ ὡς ἀληθῶς ἄρχον τε καὶ ἡγεμονοῦν ὁ θεῖος λόγος καὶ ἡ τούτου πρόνοια, πάντα μὲν ἐφορῶσα. μηδενὸς δὲ τῶν οἰκείων ἑαυτῆς παρορῶσα τὴν ἐπιμέλειαν. οὗτοι δ᾿ ἂν εἶεν οἱ ἑλόμενοι οἰκεῖοι εἶναι αὐτῷ. οἱ διὰ πίστεως τελειούμενοι. οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος ὁ υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως δύναμις. ἄληπτος αἰσθήσει. οὐ γὰρ ὃ ἦν, τοῦτο ὤφθη τοῖς χωρῆσαι μὴ δυναμένοις διὰ τὴν ἀσθένειαν τῆς σαρκός, αἰσθητὴν δὲ ἀναλαβὼν σάρκα τὸ δυνατὸν ἀνθρώποις κατὰ τὴν ὑπακοὴν τῶν ἐντολῶν δείξων ἀφίκετο. Δύναμις οὖν πατρικὴ ὑπάρχων ῥᾳδίως περιγίνεται ὧν ἂν ἐθέλῃ.οὐδὲ τὸ μικρότατον ἀπολείπων τῆς ἑαυτοῦ διοικήσεως ἀφρόντιστον· οὐδὲ γὰρ ἂν ἔτι ἦν αὐτῷ τὸ ὅλον εὖ εἰργασμένον. δυνάμεως δ᾿, οἶμαι. τῆς μεγίστης ἡ πάντων τῶν μερῶν καὶ μέχρι τοῦ μικροτάτου προήκουσα δι᾿ ἀκριβείας ἐξέτασις, πάντων εἰς τὸν πρῶτον διοικητὴν τῶν ὅλων ἐκ θελήματος πατρὸς κυβερνῶντα τὴν πάντων σωτηρίαν ἀφορώντων, ἑτέρων ὑφ᾿ ἑτέρους ἡγουμένους τεταγμένων. ἔστ᾿ ἄν τις ἐπὶ τὸν μέγαν ἀφίκηται ἀρχιερέα. ἀπὸ μιᾶς γὰρ ἄνωθεν ἀρχῆς τῆς κατὰ τὸ θέλημα ἐνεργούσης ἤρτηται τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα· εἶτα ἐπὶ τέλει τοῦ φαινομένου τῷ ἄκρῳ ἡ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ᾿ ἄλλοις ἐξ ἑνὸς καὶ δι᾿ ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται. ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι διὰ πολλῶν τῶν σιδηρῶν ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἰκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ᾿ ἄλλοι μέχρι τῆς τελευταίας, οἱ δὲ ὑπὸ ἀσθενείας κακοί, δι᾿ ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταρρέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί. νόμος γὰρ ἄνωθεν οὗτος, αἱρεῖσθαι τὸν βουλόμενον ἀρετήν.