διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ αἱ πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (»δικαίῳ γὰρ νόμος οὐ κεῖται«) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ᾿ αὖ κακίᾳ ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην »ἐπεκτεινομένην« εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν »καταντήσῃ εἰς ἄνδρα τέλειον«, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν. αὗται αἱ σωτήριοι περιτροπαὶ κατὰ τὴν τῆς μεταβολῆς τάξιν ἀπομερίζονται καὶ χρόνοις καὶ τόποις καὶ τιμαῖς καὶ γνώσεσι καὶ κληρονομίαις καὶ λειτουργίαις, καθ᾿ ἑκάστην ἑκάστη ἕως τῆς ἐπαναβεβηκυίας καὶ προσεχοῦς τοῦ κυρίου ἐν ἀιδιότητι θεωρίας. ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς τοῦ ὅλον ἑαυτὸν τῇ τῆς γνώσεως ἀγάπῃ ἐπιβεβληκότος τῇ θεωρίᾳ.διὸ καὶ τὰς ἐντολὰς [ἃς] ἔδωκεν τάς τε προτέρας τάς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς ὁ κύριος, οὔτε τοὺς πρὸ νόμου ἀνόμους εἶναι ὑπεριδὼν οὔτ᾿ αὖ τοὺς μὴ ἐπαΐοντας τῆς βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας. τοῖς μὲν γὰρ ἐντολάς, τοῖς δὲ φιλοσοφίαν παρασχὼν »συνέκλεισεν« τὴν ἀπιστίαν εἰς τὴν παρουσίαν, ὅθεν ἀναπολόγητός ἐστι πᾶς ὁ μὴ πιστεύσας. ἄγει γὰρ ἐξ ἑκατέρας προκοπῆς Ἑλληνικῆς τε καὶ βαρβάρου ἐπὶ τὴν διὰ πίστεως τελείωσιν. εἰ δέ τις Ἑλλήνων ὑπερβὰς τὸ προηγούμενον τῆς φιλοσοφίας τῆς Ἑλληνικῆς εὐθέως ὥρμησεν ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν, ὑπερεδίσκευσεν οὗτος, κἂν ἰδιώτης ᾖ, τὴν ἐπίτομον τῆς σωτηρίας διὰ πίστεως εἰς τελείωσιν ἑλόμενος.Πάντ᾿ οὖν ὅσα μηδὲν ἐκώλυεν ἑκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, συνεργὰ πρὸς ἀρετὴν ἐποίησέν τε καὶ ἔδειξεν. ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις ὁ τῷ ὄντι μόνος εἷς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεός, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ υἱοῦ, κακίας δ᾿ αὖ πάντῃ πάντως ἀναίτιος. πρὸς γὰρ τὴν τοῦ ὅλου σωτηρίαν τῷ τῶν ὅλων κυρίῳ πάντα ἐστὶ διατεταγμένα καὶ καθόλου καὶ ἐπὶ μέρους. ἔργον οὖν τῆς δικαιοσύνης τῆς σωτηρίου ἐπὶ τὸ ἄμεινον αἰεὶ κατὰ τὸ ἐνδεχόμενον ἕκαστον προάγειν. πρὸς γὰρ τὴν σωτηρίαν τοῦ κρείττονος καὶ διαμονὴν ἀναλόγως τοῖς ἑαυτῶν ἤθεσι διοικεῖται καὶ τὰ μικρότερα. αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον εἰς ἀμείνους οἰκήσεις. τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως ἔχον. ἣν αὐτοκρατορικὴν ἐκέκτητο ἡ ψυχή. παιδεύσεις δὲ αἱ ἀναγκαῖαι ἀγαθότητι τοῦ ἐφορῶντος μεγάλου κριτοῦ διά τε τῶν προσεχῶν ἀγγέλων διά τε προκρίσεων ποικίλων καὶ διὰ τῆς κρίσεως τῆς παντελοῦς τοὺς ἐπὶ πλέον »ἀπηλγηκότας« ἐκβιάζονται μετανοεῖν.»Τὰ δ᾿ ἄλλα σιγῶ«, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς. τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν. καθ᾿ ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν. ἀιδίως ἀίδιον εὐφροσύνην [ἀκόρεστον] καρπουμένας εἰς τοὺς ἀτελευτήτους αἰῶνας, ταυτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν. αὕτη τῶν »καθαρῶν τῇ καρδίᾳ« ἡ καταληπτικὴ θεωρία. αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι᾿ ἔργων εὐποιίαν. ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα »ἀπερισπάστως« προσομιλῶν τε καὶ συνὼν τῷ κυρίῳ. ἡμερότης δ᾿. οἶμαι, καὶ φιλανθρωπία καὶ μεγαλοπρεπὴς θεοσέβεια γνωστικῆς ἐξομοιώσεως κανόνες.ταύτας φημὶ τὰς ἀρετὰς »θυσίαν δεκτὴν« εἶναι παρὰ θεῷ. τὴν ἄτυφον καρδίαν μετ᾿ ἐπιστήμης ὀρθῆς »ὁλοκάρπωμα τοῦ θεοῦ« λεγούσης τῆς γραφῆς. ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου· σφᾶς γὰρ αὐτοὺς αἰχμαλωτίζειν καὶ ἑαυτοὺς ἀναιρεῖν »τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὰς ἐπιθυμίας φθειρόμενον« ἀποκτιννύντας καὶ »τὸν καινὸν« ἀνιστάντας ἐκ τοῦ θανάτου τῆς παλαιᾶς διαστροφῆς τό τε εὐαγγέλιον ὅ τε ἀπόστολος κελεύουσι, τὰ μὲν πάθη ἀποτιθεμένους, ἀναμαρτήτους δὲ γινομένους. τοῦτ᾿ ἦν ἄρα ὃ ᾐνίσσετο καὶ ὁ νόμος τὸν ἁμαρτωλὸν ἀναιρεῖσθαι κελεύων. τὸ μετατίθεσθαι ἐκ θανάτου εἰς ζωήν, τὴν ἐκ πίστεως ἀπάθειαν. ὃ μὴ συνιέντες οἱ νομοδιδάσκαλοι, φιλόνικον ἐκδεξάμενοι τὸν νόμον, ἀφορμὰς τοῖς μάτην διαβάλλειν ἐπιχειροῦσι παρεσχήκασι. δι᾿ ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ᾿ ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς. μόνῃ γὰρ τῇ ἡμετέρᾳ σωτηρίᾳ ὁ θεὸς ἥδεται. εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν. κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων. μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ φθάνει.