Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχμώμενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας. ἀλλ᾿ οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου, ψευδῆ δέ τινα καί, ὥς φησιν ἡ συνήθεια. ἀντικλεῖδα. δι᾿ ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας, ὑπερβαίνοντες τὴν ἀλήθειαν, μυσταγωγοὶ τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται. ὅτι γὰρ μεταγενεστέρας τῆς καθολικῆς ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις πεποιήκασιν, οὐ πολλῶν δεῖ λόγων. ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου καίσαρος ἀρξαμένη μεσούντων τῶν † Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἑρμηνέα. ὡσαύτως δὲ καὶ Οὐαλεντῖνον Θεοδᾶ διακηκοέναι φέρουσιν· γνώριμος δ᾿ οὗτος γεγόνει Παύλου.Μαρκίων γὰρ κατὰ τὴν αὐτὴν αὐτοῖς ἡλικίαν γενόμενος ὡς πρεσβύτης νεωτέροις συνεγένετο. † μεθ᾿ ὃν Σίμων ἐπ᾿ ὀλίγον κηρύσσοντος τοῦ Πέτρου ὑπήκουσεν. ὧν οὕτως ἐχόντων συμφανὲς ἐκ τῆς προγενεστάτης καὶ ἀληθεστάτης ἐκκλησίας τὰς μεταγενεστέρας ταύτας καὶ τὰς ἔτι τούτων ὑποβεβηκυίας τῷ χρόνῳ κεκαινοτομῆσθαι παραχαραχθείσας αἱρέσεις. ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται. ἑνὸς γὰρ ὄντος τοῦ θεοῦ καὶ ἑνὸς τοῦ κυρίου, διὰ τοῦτο καὶ τὸ ἄκρως τίμιον κατὰ τὴν μόνωσιν ἐπαινεῖται. μίμημα ὂν ἀρχῆς τῆς μιᾶς. τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις. κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν, »εἰς ἑνότητα πίστεως« μιᾶς, τῆς κατὰ τὰς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις. ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι᾿ ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους· οὕς προώρισεν ὁ θεός. δικαίους ἐσομένους πρὸ καταβολῆς κόσμου ἐγνωκώς. ἀλλὰ καὶ ἡ ἐξοχὴ τῆς ἐκκλησίας. καθάπερ ἡ ἀρχὴ τῆς συστάσεως, κατὰ τὴν μονάδα ἐστίν. πάντα τὰ ἄλλα ὑπερβάλλουσα καὶ μηδὲν ἔχουσα ὅμοιον ἢ ἴσον ἑαυτῇ.Ταυτὶ μὲν οὖν καὶ εἰς ὕστερον. τῶν δ᾿ αἱρέσεων αἳ μὲν ἀπὸ ὀνόματος προσαγορεύονται. ὡς ἡ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Βασιλείδου. κἂν τὴν Ματθίου αὐχῶσι προσάγεσθαι δόξαν· μία γὰρ ἡ] πάντων γέγονε τῶν ἀποστόλων ὥσπερ διδασκαλία, οὕτως δὲ καὶ [ἡ παράδοσις· αἳ δὲ ἀπὸ τόπου. ὡς οἱ Περατικοί, αἳ δὲ ἀπὸ ἔθνους. ὡς ἡ τῶν Φρυγῶν, αἳ δὲ ἀπὸ ἐνεργείας, ὡς ἡ τῶν Ἐγκρατητῶν, αἳ δὲ ἀπὸ δογμάτων ἰδιαζόντων, ὡς ἡ τῶν Λοκητῶν καὶ ἡ τῶν Αἱματιτῶν, αἳ δὲ ἀπὸ ὑποθέσεων καὶ ὧν τετιμήκασιν, ὡς Καϊανισταί τε καὶ οἱ Ὀφιανοὶ προσαγορευόμενοι, αἳ δὲ ἀφ᾿ ὧν παρανόμως ἐπετήδευσάν τε καὶ ἐτόλμησαν, ὡς τῶν Σιμωνιανῶν οἱ Ἐντυχῖται καλούμενοι.Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες »τοῖς φιλοθεάμοσι τῆς ἀληθείας« ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων. ὡς ἀκαθάρτων, ἀπὸ τῆς [περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων] θείας ἐκκλησίας, καταπαύσωμεν τὸν λόγον. τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν »τὰ λόγια τοῦ θεοῦ« »νύκτωρ καὶ μεθ᾿ ἡμέραν μελετώντων« καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ. ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ. ὅσα δὲ μήτε ἑκάτερον μήτε τὸ ἕτερον τούτων ἔχει, ὡς ἀκάθαρτα ἀφορίζει. αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ. τοὺς Ἰουδαίους αἰνίσσεται τοὺς πολλούς, οἳ τὰ μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν. τὴν δὲ πίστιν καὶ τὴν βάσιν δι᾿ υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ ἔχουσιν ἐπερειδομένην τῇ ἀληθείᾳ. ὅθεν καὶ ὀλισθηρὸν τὸ γένος τῶν τοιούτων θρεμμάτων, ὡς ἂν μὴ σχιδανοπόδων ὄντων μηδὲ τῇ διπλόῃ τῆς πίστεως ἐπερειδομένων· »οὐδεὶς γάρ«. φησί, »γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.« ἔμπαλίν τε αὖ ἀκάθαρτα ὁμοίως κἀκεῖνα. ὅσα διχηλεῖ μέν. μηρυκισμὸν δὲ οὐκ ἀνάγει. ταυτὶ γὰρ τοὺς αἱρετικοὺς ἐνδείκνυται ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας. τὴν δὲ τῶν λογίων ἀκριβῆ σαφήνειαν λεπτουργεῖν καὶ καταλεαίνειν ἐξασθενοῦντας, πρὸς δὲ καὶ τὰ ἔργα τῆς δικαιοσύνης ὁλοσχερέστερον. οὐχὶ δὲ ἀκριβέστερον μετερχομένους, εἴ γε καὶ μετέλθοιεν.