ἀκολούθως τοίνυν δύο τῷ γένει καὶ παιδεῖαι παραδίδονται πρόσφοροι ἑκατέρᾳ τῶν ἁμαρτιῶν, τῇ μὲν ἡ γνῶσίς τε καὶ ἡ τῆς ἐκ τῶν γραφῶν μαρτυρίας ἐναργὴς ἀπόδειξις, τῇ δὲ ἡ κατὰ λόγον ἄσκησις ἐκ πίστεώς τε καὶ φόβου παιδαγωγουμένη· ἄμφω δ᾿ εἰς τὴν τελείαν ἀγάπην συναύξουσιν. τέλος γὰρ οἶμαι τοῦ γνωστικοῦ τό γε ἐνταῦθα διττόν. ἐφ᾿ ὧν μὲν ἡ θεωρία ἡ ἐπιστημονική, ἐφ᾿ ὧν δὲ ἡ πρᾶξις. Είη μὲν οὖν καὶ τούσδε τοὺς αἱρετικοὺς καταμαθόντας ἐκ τῶνδε τῶν ὑπομνημάτων σωφρονισθῆναί τε καὶ ἐπιστρέψαι ἐπὶ τὸν παντοκράτορα θεόν. εἰ δὲ καθάπερ »οἱ κωφοὶ τῶν ὄφεων« τοῦ καινῶς μὲν λεγομένου. ἀρχαιοτάτου δὲ »μὴ ἐπαΐοιεν ᾄσματος«, παιδευθεῖεν γοῦν πρὸς τοῦ θεοῦ. τὰς πρὸ τῆς κρίσεως πατρῴας νουθεσίας ὑπομένοντες, ἔστ᾿ ἂν καταισχυνθέντες μετανοήσωσιν, ἀλλὰ μὴ εἰς τὴν παντελῆ φέροντες ἑαυτοὺς διὰ τῆς ἀπηνοῦς ἀπειθείας ἐμβάλοιεν κρίσιν. γίνονται γὰρ καὶ μερικαί τινες παιδεῖαι. ἃς κολάσεις ὀνομάζουσιν, εἰς ἃς ἡμῶν οἱ πολλοὶ τῶν ἐν παραπτώματι γενομένων ἐκ τοῦ λαοῦ τοῦ κυριακοῦ κατολισθαίνοντες περιπίπτουσιν, ἀλλ᾿ ὡς πρὸς τοῦ διδασκάλου ἢ τοῦ πατρὸς οἱ παῖδες, οὕτως ἡμεῖς πρὸς τῆς προνοίας κολαζόμεθα. θεὸς δὲ οὐ τιμωρεῖται (ἔστι γὰρ ἡ τιμωρία κακοῦ ἀνταπόδοσις), κολάζει μέντοι πρὸς τὸ χρήσιμον καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς κολαζομένοις. Ταυτὶ μέν, ἀποτρέψαι βουλόμενος τῆς εἰς τὰς αἱρέσεις εὐεμπτωσίας τοὺς φιλομαθοῦντας, παρεθέμην· τοὺς δὲ τῆς ἐπιπολαζούσης εἴτε ἀμαθίας εἴτε ἀβελτερίας εἴτε καχεξίας εἴθ᾿, ὁτιδήποτε χρὴ καλεῖν αὐτήν, ἀποπαῦσαι γλιχόμενος, μεταπεῖσαι δὲ καὶ προσαγαγεῖν τῇ ἀληθείᾳ τούς γε μὴ παντάπασιν ἀνιάτους ἐπιχειρῶν, τοῖσδε συνεχρησάμην τοῖς λόγοις.εἰσὶ γὰρ οἳ οὐδὲ ἀνέχονται τὴν ἀρχὴν ἐπακοῦσαι τῶν πρὸς τὴν ἀλήθειαν προτρεπόντων· καὶ δὴ φλυαρεῖν ἐπιχειροῦσι, βλασφήμους τῆς ἀληθείας καταχέοντες λόγους, σφίσιν αὐτοῖς τὰ μέγιστα τῶν ὄντων ἐγνωκέναι συγχωροῦντες, οὐ μαθόντες, οὐ ζητήσαντες, οὐ πονέσαντες, οὐχ εὑρόντες τὴν ἀκολουθίαν· οὓς ἐλεήσειεν ἄν τις ἢ μισήσειεν τῆς τοιαύτης διαστροφῆς. εἰ δέ τις ἰάσιμος τυγχάνει, φέρειν δυνάμενος, ὡς πῦρ ἢ σίδηρον. τῆς ἀληθείας τὴν παρρησίαν ἀποτέμνουσαν καὶ καίουσαν τὰς ψευδεῖς δόξας αὐτῶν. ὑπεχέτω τὰ ὦτα τῆς ψυχῆς. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ῥᾳθυμεῖν ἐπειγόμενοι ἀποδιωθῶνται τὴν ἀλήθειαν ἢ δόξης ὀριγνώμενοι καινοτομεῖν βιάζωνται. ῥᾳθυμοῦσι μὲν γὰρ οἱ παρὸν τὰς οἰκείας ταῖς θείαις γραφαῖς ἐξ αὐτῶν τῶν γραφῶν πορίζεσθαι ἀποδείξεις τὸ παραστὰν καὶ ταῖς ἡδοναῖς αὐτῶν συναιρόμενον ἐκλεγόμενοι· δόξης δὲ ἐπιθυμοῦσιν ὅσοι τὰ προσφυῆ τοῖς θεοπνεύστοις λόγοις ὑπὸ τῶν μακαρίων ἀποστόλων τε καὶ διδασκάλων παραδιδόμενα ἑκόντες εἶναι σοφίζονται δι᾿ ἑτέρων παρεγχειρήσεων, ἀνθρωπείαις διδασκαλίαις ἐνιστάμενοι θείᾳ παραδόσει ὑπὲρ τοῦ τὴν αἵρεσιν συστήσασθαι. τίς γὰρ ὡς ἀληθῶς ἐν τηλικούτοις ἀνδράσιν, κατὰ τὴν ἐκκλησιαστικὴν λέγω γνῶσιν, ὑπελείπετο λόγος Μαρκίωνος, φέρε εἰπεῖν. ἢ Προδίκου καὶ τῶν ὁμοίων τὴν ὀρθὴν οὐ βαδισάντων ὁδόν; οὐ γὰρ [ἂν] ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ᾿ ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ᾿ ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν.Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ, τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπό τε νόμου καὶ προφητῶν. ὁ βίος γάρ, οἶμαι, τοῦ γνωστικοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ ἔργα καὶ λόγοι τῇ τοῦ κυρίου ἀκόλουθοι παραδόσει. Ἀλλ᾿ »οὐ πάντων ἡ γνῶσις«. »οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί,« φησὶν ὁ ἀπόστολος, »ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον«. κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· »ἀλλ᾿ οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν.« τίς οὗτος; ὁ εἰπών· »τί με λέγετε κύριε καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου;« τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν οὐκ ἐπιστάμενον, »ὕδωρ ζωῆς« γνωστικῆς. ναί. φασίν. ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν· τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυσιοῦν λέγεται. εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπο λάβοι· εἰ δέ, ὅπερ καὶ μᾶλλον. τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή. λέλυται μὲν τὸ ἠπορημένον· ἑπόμενοι δ᾿ οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰρημένον.»Ἡ σοφία«, φησὶν ὁ Σολομών, »ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα.« οὐ δήπου γὰρ τῦφον ἐνεποίησεν ὁ κύριος τοῖς μειρακίοις κατὰ τὴν διδασκαλίαν, ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι. καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικόν τε τῶν εἰς ἁμαρτίαν ὑποσυρόντων παρασκευάζει, ὃ σημαίνει ἡ »ἐνεφυσίωσε« λέξις. μεγαλοπρέπειαν τῆς σοφίας τοῖς κατὰ τὴν μάθησιν τέκνοις ἐμφυτευσάσης δι᾿ ὧν διδάσκει. αὐτίκα φησὶν ὁ ἀπόστολος· »καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν«, εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς· ἀληθείας δὲ μεῖζον οὐδὲν) τὰς γραφὰς συνίετε. ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων τῆς σοφίας. οἷον. εἴσομαι. φησίν, εἰ δικαίως ἐπὶ τῇ γνώσει μέγα φρονεῖτε. »γνωστὸς« γὰρ κατὰ τὸν Δαβὶδ »ἐν τῇ Ἰουδαίᾳ ὁ θεός«, τουτέστι τοῖς κατ᾿ ἐπίγνωσιν Ἰσραηλίταις. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου· »τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.« οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὕς παντὸς μᾶλλον ἀγαπῶντας τῆς ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει. εἴρηται γοῦν ἄντικρυς· »ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ«, ἵνα μὴ κριθῶσιν, ἀλλὰ ἐπιστραφῶσιν οἱ προακηκοότες. ὅσοι δὲ »ταῖς γλώσσαις αὐτῶν δολιοῦσιν«, ἔγγραφα ἔχουσι τὰ ἐπιτίμια.