Καλὸν οὖν καὶ φρένας καλὰς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβεῖν. εἰ γὰρ καὶ ἐχθροὺς ἡ ἀλήθεια τοὺς παραζηλοῦντας κεκτῆσθαι δοκεῖ, ἀλλ᾿ οὔ τί γε αὐτὴ διεχθρεύεταί τινι. »ὅ« τε γὰρ »θεὸς ἐπὶ δικαίους καὶ ἀδίκους τὸν αὑτοῦ ἐπιλάμπει ἥλιον« καὶ τὸν κύριόν γε αὐτὸν ἐπὶ δικαίους ἔπεμψεν καὶ ἀδίκους, ὅ τε ἐξομοιοῦσθαι βιαζόμενος θεῷ, διὰ τῆς πολλῆς ἀμνησικακίας »ἀφεὶς ἑβδομηκοντάκις ἑπτά« (οἶον κατὰ πάντα τὸν βίον καὶ καθ᾿ ὅλην τὴν κοσμικὴν περιήλυσιν ἑβδομάσιν ἀριθμουμέναις σημαινομένην), παντί τῳ χρηστεύεται, εἰ καί τις τὸν πάντα τοῦτον ἐν σαρκὶ βιοὺς χρόνον ἀδικεῖ τὸν γνωστικόν. οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἀξιοῖ τὸν σπουδαῖον τῶν ἠδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ᾿ ἐκείνων αἰτεῖσθαι τῶν κριτῶν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πεπλημμεληκόσι, καὶ εἰκότως· εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ. πλεονεκτοῦσιν οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ. πῶς δ᾿ ἂν καὶ ἀγγέλους τις κρίναι τοὺς ἀποστάτας, αὐτὸς ἀποστάτης ἐκείνης τῆς κατὰ τὸ εὐαγγέλιον ἀμνησικακίας γενόμενος; »διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;« φησί· »διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε [καὶ ἀποστερεῖτε]«, εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ᾿ ἄγνοιαν πλημμελούντων, »καὶ ἀποστερεῖτε« τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγαθότητος τὸ ὅσον ἐφ᾿ ὑμῖν τοὺς καθ᾿ ὧν εὔχεσθε. »καὶ τοῦτο ἀδελφούς«, οὐ τοὺς κατὰ πίστιν μόνον. ἀλλὰ καὶ τοὺς προσηλύτους λέγων. εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει.οὐκ ἴσμεν οὐδέπω ἡμεῖς. ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν δεῖν εἶναι ἀδελφούς, ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ τῶν κτισμάτων τὴν ἐνέργειαν. δι᾿ ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ. »Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν;« ἀδικεῖ οὖν ὁ ἀνταδικῶν εἴτ᾿ οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετὰ τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον περιγράφει. »καὶ ταῦτά τινες ἦτε«, τοιοῦτοι δηλονότι οἷοι ἔτι τυγχάνουσιν οἷς αὐτοὶ οὐ συγγινώσκετε. »ἀλλὰ ἀπελούσασθε«, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε. εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, »ἐπὶ δικαίους καὶ ἀδίκους« τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος ἐπιλάμποντες· ε(??)τ᾿ οὖν μεγαλονοίᾳ τοῦτο περιποιήσεται ὁ γνωστικὸς εἴτε μιμήσει τοῦ κρείττονος· τρίτη δ᾿ αἰτία τὸ »ἄφες καὶ ἀφεθήσεταί σοι(??), βιαζομένης ὥσπερ τῆς ἐντολῆς εἰς σωτηρίαν δι᾿ ὑπερβολὴν ἀγαθότητος. »ἀλλ᾿ ἡγιάσθητε·« τῷ γὰρ εἰς τοῦτο ἥκοντι ἕξεως ἁγίῳ εἶναι συμβαίνει, μηδενὶ τῶν παθῶν κατὰ μηδένα τρόπον περιπίπτοντι.ἀλλ᾿ ο(??)ον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς [ἁγίῳ] γεγονότι. διόπερ »ἐδικαιώθητε« φησὶ »τῷ ὀνόματι τοῦ κυρίου«· ἐποιήθητε ὡς εἰπεῖν ὑπ᾿ αὐτοῦ δίκαιοι [εἶναι] ὡς αὐτός. καὶ »τῷ πνεύματι τῷ ἁγίῳ« ὡς ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε. μὴ γὰρ οὐ »πάντα μοι ἔξεστιν. ἀλλ᾿ οὐκ ἐξουσιασθήσομαι«. φησί. παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι; »τὰ δὲ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν«. ἃ »ὁ θεὸς καταργήσει«, τουτέστιν τοὺς οὕτω λογιζομένους καὶ βιοῦντας ὡς διὰ τὸ ἐσθίειν γενομένους, μὴ οὐχὶ δὲ ἐσθίοντας ἵνα ζῶσι μὲν κατὰ τὸ ἀκόλουθον, κατὰ δὲ τὸ προηγούμενον τῇ γνώσει προσανέχοντας. καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί; σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου. ὁ πνευματικὸς καὶ ἄγιος χορός. ἐξ ὧν οἱ τὸ ὄνομα ἐπικεκλημένοι μόνον. βιοῦντες δὲ οὐ κατὰ λόγον. σάρκες εἰσί. »τὸ δὲ σῶμα« τοῦτο τὸ πνευματικόν. τουτέστιν ἡ ἁγία ἐκκλησία. »οὐ τῇ πορνείᾳ« οὐδὲ τῇ ἀπὸ τοῦ εὐαγγελίου ἀποστασίᾳ πρὸς τὸν ἐθνικὸν βίον κατ᾿ οὐδένα τρόπον οὐδ᾿ ὁπωστιοῦν οἰκειωτέον.πορνεύει γὰρ εἰς τὴν ἐκκλησίαν καὶ »τὸ αὑτοῦ σῶμα« ὁ ἐθνικῶς ἐν ἐκκλησίᾳ πολιτευόμενος, εἴτ᾿ οὖν ἐν ἔργῳ. εἴτε καὶ ἐν λόγῳ. εἴτε καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ. »ὁ« ταύτῃ »κολλώμενος τῇ πόρνῃ«. τῇ παρὰ τὴν διαθήκην ἐνεργείᾳ, ἄλλο σῶμα γίνεται οὐχ ἅγιον, »εἰς σάρκα μίαν« καὶ βίον ἐθνικὸν καὶ ἄλλην ἐλπίδα· »ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐςτι«. »πνευματικὸν σῶμα«, τὸ διάφορον τῆς συνόδου γένος. υἱὸς οὗτος ἅπας. ἄνθρωπος ἅγιος. ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ. ἵνα δὴ καὶ ἔργῳ καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς τῷ κυρίῳ τὴν μονὴν ἐκείνην τὴν ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβῃ. ἀπόχρη τὸ δεῖγμα τοῖς ὦτα ἔχουσιν. οὐ γὰρ ἐκκυκλεῖν χρὴ τὸ μυστήριον. ἐμφαίνειν δὲ ὅσον εἰς ἀνάμνησιν τοῖς μετεσχηκόσι τῆς γνώσεως, οἳ καὶ συνήσουσιν ὅπως εἴρηται πρὸς τοῦ κυρίου· »γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειοι«, τελείως ἀφιέντες τὰς ἁμαρτίας καὶ ἀμνησικακοῦντες καὶ ἐν τῇ ἕξει τῆς ἀπαθείας καταβιοῦντες. ὡς γὰρ τέλειόν φαμεν ἰατρὸν καὶ τέλειον φιλόσοφον, οὕτως, οἶμαι, καὶ τέλειον γνωστικόν· ἀλλ᾿ οὐδὲν τούτων, καίτοι μέγιστον ὄν, εἰς ὁμοιότητα θεοῦ παραλαμβάνεται. οὐ γάρ. καθάπερ οἱ Στωϊκοί, ἀθέως πάνυ τὴν αὐτὴν ἀρετὴν ἀνθρώπου λέγομεν καὶ θεοῦ. μή τι οὖν τέλειοι γίγνεσθαι ὀφείλομεν ὡς ὁ πατὴρ βούλεται; ἀδύνατον γὰρ καὶ ἀμήχανον ὡς ὁ θεός ἐστι γενέσθαι τινὰ τέλειον· βούλεται δὲ ὁ πατὴρ ζῶντας ἡμᾶς κατὰ τὴν τοῦ εὐαγγελίου ὑπακοὴν ἀνεπιλήπτως τελείους γίγνεσθαι. ἢν οὖν, κατ᾿ ἔλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀναπλήρωσιν τῆς περικοπῆς, τοῖς συνιέναι δυναμένοις ἀπολελειμμένον ἐκλαβεῖν, καὶ τὸ θέλημα τοῦ θεοῦ γνωριοῦμεν καὶ κατ᾿ ἀξίαν τῆς ἐντολῆς εὐσεβῶς ἅμα καὶ μεγαλοφρόνως πολιτευσόμεθα.